previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1247α] ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας εὖ ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρ᾽ ἐστι φύσει μὲν εὐτυχὴς δ᾽ ἀτυχής, οὔ, καὶ πῶς ἔχει περὶ τούτων. ὅτι μὲν γάρ εἰσί τινες εὐτυχεῖς ὁρῶμεν. ἄφρονες γὰρ ὄντες κατορθοῦσι πολλά, [5] ἐν οἷς τύχη κυρία: ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἷον ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ. πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων; νῦν μὲν γὰρ οὕτως οἴονται ὡς φύσει τινῶν ὄντων: δὲ [10] φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς. ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον. οὐ γὰρ ἄλογος φρόνησις, ἀλλ᾽ ἔχει λόγον διὰ τί οὕτως πράττει, οἳ δ᾽ [15] οὐκ ἂν ἔχοιεν εἰπεῖν διὰ τί κατορθοῦσιτέχνη γὰρ ἂν ἦν): ἔτι δὲ φανερὸν ὅτι ὄντες ἄφρονες, οὐχ ὅτι περὶ ἄλλατοῦτο μὲν γὰρ οὐθὲν ἄτοπον: οἷον Ἱπποκράτης γεωμετρικὸς ὤν, ἀλλὰ περὶ τὰ ἄλλα ἐδόκει βλὰξ καὶ ἄφρων εἶναι, καὶ πολὺ χρυσίον πλέων ἀπώλεσεν ὑπὸ τῶν ἐν Βυζαντίῳ [20] πεντηκοστολόγων δι᾽ εὐήθειαν, ὡς λέγουσινἀλλ᾽ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες. περὶ γὰρ ναυκληρίαν οὐχ οἱ δεινότατοι εὐτυχεῖς, ἀλλ᾽ ὥσπερ ἐν κύβων πτώσει μὲν οὐδέν, ἄλλος δὲ βάλλει πολὺ καθ᾽ ἣν φύσει ἐστὶν εὐτυχής, τῷ φιλεῖσθαι, ὥσπερ φασίν, ὑπὸ θεοῦ, καὶ ἔξωθέν τι εἶναι τὸ κατορθοῦν. [25] οἷον πλοῖον κακῶς νεναυπηγημένον ἄμεινον πολλάκις δὲ πλεῖ, ἀλλ᾽ οὐ δι᾽ αὑτό, ἀλλ᾽ ὅτι ἔχει κυβερνήτην ἀγαθόν, ἀλλ᾽ οὗτος εὐτυχὴς τὸν δαίμον᾽ ἔχει κυβερνήτην ἀγαθόν. ἀλλ᾽ ἄτοπον θεὸν δαίμονα φιλεῖν τὸν τοιοῦτον, ἀλλὰ μὴ τὸν βέλτιστον καὶ τὸν φρονιμώτατον. εἰ δὴ ἀνάγκη [30] φύσει νόῳ ἐπιτροπίᾳ τινὶ κατορθοῦν, τὰ δὲ δύο μὴ ἐστί, φύσει ἂν εἶεν οἱ εὐτυχεῖς. ἀλλὰ μὴν γε φύσις αἰτία τοῦ ἀεὶ ὡσαύτως τοῦ ὡς ἐπὶ τὸ πολύ, δὲ τύχη τοὐναντίον. εἰ μὲν οὖν τὸ παραλόγως ἐπιτυγχάνειν τύχης δοκεῖ εἶναι, ἀλλ᾽ εἴπερ διὰ τύχην εὐτυχής, οὐκ ἂν τοιοῦτον [35] εἶναι τὸ αἴτιον, οἷον ἀεὶ τοῦ αὐτοῦ ὡς ἐπὶ τὸ πολύ. ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἀποτυγχάνει, ὥσπερ, ὅτι γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις: οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλ᾽ οἷον εὐφυής. ὥστε τοῦτ᾽ ἂν εἴη λεκτέον, ὅτι οὓς λέγομεν εὐτυχεῖς, οὐ διὰ τύχην εἰσίν. οὐκ ἄρα εἰσὶν εὐτυχεῖς:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: