previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1246β] οὐδ᾽ εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλ᾽ ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει: ἀλλ᾽ ἐπεὶ φρόνησις ἐπιστήμη καὶ [5] ἀληθές τι, τὸ αὐτὸ ποιήσει κἀκείνῃ: ἐνδέχοιτο γὰρ ἂν ἀφρόνως ἀπὸ φρονήσεως, καὶ ἁμαρτάνειν ταὐτὰ ἅπερ ἄφρων. εἰ δὲ ἁπλῆ ἦν ἑκάστου χρεία ἕκαστον, κἂν φρονίμως ἔπραττον οὕτω πράττοντες. ἐπὶ μὲν οὖν ταῖς ἄλλαις ἐπιστήμαις ἄλλη κυρία ποιεῖ τὴν στροφήν: αὐτῆς δὲ τῆς [10] πασῶν κυρίας τίς; οὐ γὰρ ἔτι ἐπιστήμη γε νοῦς. ἀλλὰ μὴν οὐδ᾽ ἀρετή. χρῆται γὰρ αὐτῇ. γὰρ τοῦ ἄρχοντος ἀρετὴ τῇ τοῦ ἀρχομένου χρῆται. τίς οὖν ἐστίν; ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ἀκρατὴς ἔχων νοῦν; ἀλλ᾽ εἰ δή, ἂν ἰσχυρὰ [15] ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια , ἕτεραι μεταποιοῦνται. ὥστε ἔσται δικαιοσύνῃ τὸ δικαίως χρῆσθαι καὶ κακῶς καὶ φρονήσει ἀφρόνως: ὥστε καὶ τἀναντία. ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν [20] μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, δ᾽ ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν φρόνησις ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν: ὅπερ δοκεῖ ἐγκράτεια. [25] ὥστ᾽ ἔσται καὶ ἀπὸ ἀγνοίας φρονίμως. ἔστι δὲ ταῦτα ἄτοπα, ἄλλως τε καὶ ἀπὸ ἀγνοίας χρῆσθαι φρονίμως, τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων οὐδεμιᾶς ὁρῶμεν, ὥσπερ τὴν ἰατρικὴν γραμματικὴν οὐ στρέφει ἀκολασία. ἀλλ᾽ οὖν τὴν ἄγνοιαν, ἐὰν ἐναντία, διὸ τὸ μὴ ἐνεῖναι τὴν ὑπεροχὴν [30] ἀλλὰ τὴν ἀρετήν, ὅλως μᾶλλον εἶναι πρὸς τὴν κακίαν οὕτως ἔχουσαν. καὶ γὰρ ἄδικος πάντα δίκαιος δύναται, καὶ ὅλως ἔνεστιν ἐν τῇ δυνάμει ἀδυναμία. ὥστε δῆλον ὅτι ἅμα φρόνιμοι καὶ ἀγαθαὶ ἐκεῖναι αἱ ἄλλου ἕξεις, καὶ ὀρθῶς τὸ Σωκρατικόν, ὅτι οὐδὲν ἰσχυρότερον φρονήσεως. [35] ἀλλ᾽ ὅτι ἐπιστήμην ἔφη, οὐκ ὀρθόν: ἀρετὴ γάρ ἐστι καὶ οὐκ ἐπιστήμη, ἀλλὰ γένος ἄλλο γνώσεως.

ἐπεὶ δ᾽ οὐ μόνον φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: