previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1241β] τὸν αὐτὸν δὲ λόγον ἔχει τὸ ἔργον καὶ ἐνέργεια, δ᾽ εὖ παθὼν ὥσπερ ἔργον τοῦ εὖ ποιήσαντος. διὸ καὶ ἐν τοῖς ζῴοις περὶ τὰ τέκνα σπουδὴ ἐστί, καὶ τοῦ γεννῆσαι καὶ τὰ γεννώμενα σῴζειν. καὶ φιλοῦσι δὴ μᾶλλον οἱ πατέρες τὰ [5] τέκνακαὶ αἱ μητέρες τῶν πατέρων φιλοῦνται: καὶ οὗτοι πάλιν τὰ αὑτῶν τοὺς γεννήσαντας, διὰ τὸ τὴν ἐνέργειαν εἶναι τὸ ἄριστον: καὶ αἱ μητέρες τῶν πατέρων, ὅτι μᾶλλον οἴονται αὑτῶν εἶναι ἔργον τὰ τέκνα: τὸ γὰρ ἔργον τῷ χαλεπῷ διορίζουσι, πλείω δὲ λυπεῖται περὶ τὴν γένεσιν μήτηρ. [10]

καὶ περὶ μὲν φιλίας τῆς πρὸς αὑτὸν καὶ τῆς ἐν πλείοσι διωρίσθω τὸν τρόπον τοῦτον: δοκεῖ δὲ τό τε δίκαιον εἶναι ἴσον τι καὶ φιλία ἐν ἰσότητι, εἰ μὴ μάτην λέγεται ἰσότης φιλότης. αἱ δὲ πολιτεῖαι πᾶσαι δικαίου τι εἶδος: κοινωνία γάρ, τὸ δὲ κοινὸν πᾶν διὰ τοῦ δικαίου [15] συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς. ἐπεὶ δ᾽ ὁμοίως ἔχει ψυχὴ πρὸς σῶμα καὶ τεχνίτης πρὸς ὄργανον καὶ δεσπότης πρὸς δοῦλον, τούτων μὲν οὐκ ἔστι κοινωνία. οὐ γὰρ δύ᾽ ἐστίν, [20] ἀλλὰ τὸ μὲν ἕν, τὸ δὲ τοῦ ἑνός οὐδέν. οὐδὲ διαιρετὸν τὸ ἀγαθὸν ἑκατέρῳ, ἀλλὰ τὸ ἀμφοτέρων τοῦ ἑνὸς οὗ ἕνεκα ἐστίν. τό τε γὰρ σῶμά ἐστιν ὄργανον σύμφυτον, καὶ τοῦ δεσπότου δοῦλος ὥσπερ μόριον καὶ ὄργανον ἀφαιρετόν, τὸ δ᾽ ὄργανον ὥσπερ δοῦλος ἄψυχος. αἱ δ᾽ ἄλλαι κοινωνίαι [25] εἰσὶν μόριον τῶν τῆς πόλεως κοινωνιῶν, οἷον τῶν [26] φρατέρων τῶν ὀργίων, αἱ χρηματιστικαὶ ἔτι πολιτεῖαι. αἱ δὲ πολιτεῖαι πᾶσαι ἐν οἰκείοις συνυπάρχουσι, καὶ αἱ ὀρθαὶ καὶ αἱ παρεκβάσειςἔστι γὰρ τὸ αὐτὸ ὥσπερ καὶ ἐπὶ τῶν ἁρμονιῶν καὶ τῶν ἐν ταῖς πολιτείαις): βασιλικὴ μὲν τοῦ [30] γεννήσαντος, ἀριστοκρατικὴ δ᾽ ἀνδρὸς καὶ γυναικός, πολιτεία δ᾽ τῶν ἀδελφῶν: παρέκβασις δὲ τούτων τυραννὶς ὀλιγαρχία δῆμος. καὶ τὰ δίκαια δὴ τοσαῦτα.

ἐπεὶ δὲ τὸ ἴσον τὸ μὲν κατ᾽ ἀριθμὸν τὸ δὲ κατ᾽ ἀναλογίαν, καὶ τοῦ δικαίου εἴδη ἔσται καὶ τῆς φιλίας καὶ τῆς κοινωνίας. [35] κατ᾽ ἀριθμὸν μὲν γὰρ δημοκρατικὴ κοινωνία καὶ ἑταιρικὴ φιλία, τῷ γὰρ αὐτῷ ὅρῳ μετρεῖται: κατ᾽ ἀναλογίαν δὲ ἀριστοκρατικὴ ἀρίστη καὶ βασιλική. οὐ γὰρ ταὐτὸν δίκαιον τῷ ὑπερέχοντι καὶ ὑπερεχομένῳ, ἀλλὰ τὸ ἀνάλογον. καὶ φιλία δὲ ὁμοίως πατρὸς καὶ παιδός, καὶ ἐν ταῖς κοινωνίαις [40] αὐτὸς τρόπος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: