previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1241α] οἰκεῖον δὲ τῇ σκέψει θεωρῆσαι καὶ περὶ ὁμονοίας καὶ εὐνοίας. δοκεῖ γὰρ τοῖς μὲν εἶναι ταὐτά, τοῖς δ᾽ οὐκ ἄνευ ἀλλήλων. ἔστι δ᾽ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν. διῃρημένης γὰρ τῆς φιλίας κατὰ τρεῖς τρόπους, [5] οὔτ᾽ ἐν τῇ χρησίμῃ οὔτ᾽ ἐν τῇ καθ᾽ ἡδονὴν ἐστίν. εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ δι᾽ ἐκεῖνον ἀλλὰ δι᾽ αὑτὸν βούλοιτ᾽ ἄν, δοκεῖ δὲ ὥσπερ ... καὶ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ εὐνοεῖ: εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν. ὥστε [10] δῆλον ὅτι περὶ τὴν ἠθικὴν φιλίαν εὔνοια ἐστίν. ἀλλὰ τοῦ μὲν εὐνοοῦντος βούλεσθαι μόνον ἐστί, τοῦ δὲ φίλου καὶ πράττειν βούλεται. ἔστι γὰρ εὔνοια ἀρχὴ φιλίας: μὲν γὰρ φίλος πᾶς εὔνους, δ᾽ εὔνους οὐ πᾶς φίλος. ἀρχομένῳ γὰρ ἔοικεν εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλ᾽ οὐ φιλία. [15]

δοκοῦσι γὰρ οἵ τε φίλοι ὁμονοεῖν καὶ οἱ ὁμονοοῦντες φίλοι εἶναι. ἔστι δ᾽ οὐ περὶ πάντα ὁμόνοια φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν κατὰ ὄρεξινἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ [20] ἀκρατεῖ διαφωνεῖ τοῦτο), οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν. ἐπὶ δὲ τῶν ἀγαθῶν ὁμόνοια: οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους. ἔοικε δὲ καὶ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδ᾽ φιλία: ἀλλ᾽ μὲν πρώτη καὶ φύσει [25] σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθ᾽ ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν. οὕτω δὲ δεῖ τῶν αὐτῶν ὀρέγεσθαι, ὥστε ἐνδέχεσθαι ἀμφοτέροις ὑπάρχειν οὗ ὀρέγονται. ἂν γὰρ τοιούτου ὀρέγωνται, μὴ ἐνδέχεται ἀμφοῖν, [30] μαχοῦνται: οἱ ὁμονοοῦντες δ᾽ οὐ μαχοῦνται. ἔστι δ᾽ ὁμόνοια, ὅταν περὶ τοῦ ἄρχειν καὶ ἄρχεσθαι αὐτὴ προαίρεσις , μὴ τοῦ ἑκάτερον, ἀλλὰ τοῦ τὸν αὐτόν. καὶ ἔστιν ὁμόνοια φιλία πολιτική.

περὶ μὲν οὖν ὁμονοίας καὶ εὐνοίας εἰρήσθω τοσαῦτα: [35] ἀπορεῖται δὲ διὰ τί μᾶλλον φιλοῦσιν οἱ ποιήσαντες εὖ τοὺς παθόντας οἱ παθόντες εὖ τοὺς ποιήσαντας. δοκεῖ δὲ δίκαιον εἶναι τοὐναντίον. τοῦτο δ᾽ ὑπολάβοι μὲν ἄν τις διὰ τὸ χρήσιμον καὶ τὸ αὐτῷ ὠφέλιμον συμβαίνειν: τῷ μὲν γὰρ ὀφείλεται, τὸν δ᾽ ἀποδοῦναι δεῖ. οὐκ ἔστι δὲ τοῦτο [40] μόνον, ἀλλὰ καὶ φυσικόν. γὰρ ἐνέργεια αἱρετώτερον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: