previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1240β] ἔτι τὰ τοιάδε λέγεται περὶ τῆς φιλίας, ὡς ἰσότης φιλότης, καὶ μὴ μίαν ψυχὴν εἶναι τοὺς ἀληθῶς φίλους. ἅπαντα ταῦτα ἐπαναφέρεται πρὸς τὸν ἕνα. καὶ γὰρ βούλεται τἀγαθὰ αὐτῷ [5] τοῦτον τὸν τρόπον. οὐθεὶς γὰρ αὐτὸς αὑτὸν εὖ ποιεῖ διά τι ἕτερον, οὐδὲ χάριτος. οὐ δὲ λέγει ὅτι ἐποίησεν εἷς: δοκεῖ γὰρ φιλεῖσθαι βούλεσθαι δῆλον ποιῶν ὅτι φιλεῖ, ἀλλ᾽ οὐ φιλεῖν. καὶ τὸ εἶναι μάλιστα καὶ τὸ συζῆν καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν, καὶ μία δὴ ψυχή, καὶ τὸ μὴ [10] δύνασθαι ἄνευ ἀλλήλων μηδὲ ζῆν, ἀλλὰ συναποθνήσκειν.— οὕτω γὰρ ἔχει εἷς, καὶ ἴσως ὁμιλεῖ αὐτὸς αὑτῷ.—πάντα δὲ ταῦτα τῷ ἀγαθῷ ὑπάρχει πρὸς αὑτόν. ἐν γὰρ τῷ πονηρῷ διαφωνεῖ, οἷον ἐν τῷ ἀκρατεῖ. καὶ διὰ τοῦτο δοκεῖ καὶ ἐχθρὸν ἐνδέχεσθαι αὐτὸν αὑτῷ εἶναι: δ᾽ εἷς καὶ [15] ἀδιαίρετος, ὀρεκτὸς αὐτὸς αὑτοῦ. τοιοῦτος ἀγαθὸς καὶ κατ᾽ ἀρετὴν φίλος, ἐπεὶ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος. ὥστε καὶ αὐτοῦ πρὸς αὑτὸν φιλία ἀνάγεται πρὸς τὴν τοῦ ἀγαθοῦ. ὅτι γάρ πῃ ὁμοιοῖ καὶ εἷς καὶ αὐτὸς αὑτῷ ἀγαθός, [20] ταύτῃ αὐτὸς αὑτῷ φίλος καὶ ὀρεκτός: φύσει δὲ τοιοῦτος, ἀλλ᾽ πονηρὸς παρὰ φύσιν. δ᾽ ἀγαθὸς οὔθ᾽ ἅμα λοιδορεῖται ἑαυτῷ, ὥσπερ ἀκρατής, οὔτε ὕστερος τῷ πρότερον, ὥσπερ μεταμελητικός, οὔτε ἔμπροσθεν τῷ ὕστερον, ὥσπερ ψεύστης. ὅλως τε εἰ δεῖ ὥσπερ οἱ σοφισταὶ διορίζουσιν, [25] ὥσπερ τὸ Κορίσκος καὶ Κορίσκος σπουδαῖος. δῆλον γὰρ ὡς τὸ αὐτὸ πόσον σπουδαῖον αὐτῶν, ἐπεὶ ὅταν ἐγκαλέσωσιν αὑτοῖς, ἀποκτιννύασιν αὑτούς: ἀλλὰ δοκεῖ πᾶς αὐτὸς αὑτῷ ἀγαθός. ζητεῖ δὲ ἁπλῶς ὢν ἀγαθὸς εἶναι καὶ αὐτὸς αὑτῷ φίλος, ὥσπερ εἴρηται, ὅτι δύ᾽ ἔχει ἐν αὑτῷ φύσει [30] βούλεται εἶναι φίλα καὶ διασπάσαι ἀδύνατον. διὸ ἐπ᾽ ἀνθρώπου μὲν δοκεῖ ἕκαστος αὐτὸς αὑτῷ φίλος, ἐπὶ δὲ τῶν ἄλλων ζῴων οὔ, οἷον ἵππος αὐτὸς αὑτῷ ... , οὐκ ἄρα φίλος. ἀλλ᾽ οὐδὲ τὰ παιδία, ἀλλ᾽ ὅταν ἤδη ἔχῃ προαίρεσιν: ἤδη γὰρ τότε διαφωνεῖ νοῦς πρὸς τὴν ἐπιθυμίαν. ἔοικε δ᾽ [35] φιλία πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν: οὐθέτερον γὰρ ἐφ᾽ αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.

ποσαχῶς μὲν οὖν τὸ φιλεῖν λέγεται, καὶ ὅτι πᾶσαι αἱ φιλίαι ἀνάγονται πρὸς τὴν πρώτην, δῆλον ἐκ τῶν εἰρημένων:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: