previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1240α] διὸ ἐνίοτε ἀνομοίοις χαίρουσιν, οἷον αὐστηροὶ εὐτραπέλοις καὶ ὀξεῖς ῥαθύμοις. εἰς τὸ μέσον γὰρ καθίστανται ὑπ᾽ ἀλλήλων. κατὰ συμβεβηκὸς οὖν, ὥσπερ ἐλέχθη, τὰ ἐναντία φίλα, καὶ διὰ τὸ ἀγαθόν. [5]

πόσα μὲν οὖν εἴδη φιλίας, καὶ τίνες διαφοραὶ καθ᾽ ἃς λέγονται οἱ τε φίλοι καὶ οἱ φιλοῦντες καὶ οἱ φιλούμενοι, καὶ οὕτως ὥστε φίλοι εἶναι καὶ ἄνευ τούτου, εἴρηται: περὶ δὲ αὐτὸν αὑτῷ φίλον εἶναι μή, πολλὴν ἔχει ἐπίσκεψιν. δοκεῖ γὰρ ἐνίοις μάλιστα ἕκαστος αὐτὸς αὑτῷ [10] φίλος εἶναι, καὶ τούτῳ χρώμενοι κανόνι κρίνουσι τὴν πρὸς τοὺς ἄλλους φίλους φιλίαν: κατὰ δὲ τοὺς λόγους καὶ τὰ δοκοῦνθ᾽ ὑπάρχειν τοῖς φίλοις τὰ μὲν ὑπεναντιοῦται, τὰ δ᾽ ὅμοια φαίνεται ὄντα. ἔστι γάρ πως κατὰ ἀναλογίαν αὕτη φιλία, ἁπλῶς δ᾽ οὔ. ἐν δυσὶ γὰρ διῃρημένοις τὸ [15] φιλεῖσθαι καὶ φιλεῖν: δι᾽ μᾶλλον οὕτως αὐτὸς αὑτῷ φίλος, ὡς ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἐγκρατοῦς εἴρηται πῶς ἑκὼν ἄκων, τῷ τὰ μέρη ἔχειν πως πρὸς ἄλληλα τὰ τῆς ψυχῆς, καὶ ὅμοιον τὰ τοιαῦτα πάντα, εἰ φίλος αὐτὸς αὑτῷ καὶ ἐχθρός, καὶ εἰ ἀδικεῖ τις αὐτὸς αὑτόν. πάντα γὰρ ἐν δυσὶ [20] ταῦτα καὶ διῃρημένοις: δὴ δύο πως καὶ ψυχή, ὑπάρχει πως ταῦτα, δ᾽ οὐ διῃρημένα, οὐχ ὑπάρχει.

ἀπὸ δὲ τῆς πρὸς αὑτὸν ἕξεως ὡς οἱ λοιποὶ τρόποι τοῦ φιλεῖν διωρισμένοι, καθ᾽ οὓς ἐν τοῖς λόγοις ἐπισκοπεῖν εἰώθαμεν. δοκεῖ γὰρ φίλος εἶναι βουλόμενός τινι τἀγαθὰ οἷα [25] οἴεται ἀγαθά, μὴ δι᾽ αὑτὸν, ἀλλ᾽ ἐκείνου ἕνεκα: ἄλλον δὲ τρόπον τὸ εἶναι βούλεται δι᾽ ἐκεῖνον καὶ μὴ δι᾽ αὑτὸν, κἂν εἰ [27] μὴ διανέμων τἀγαθά, μὴ τῷ τὸ εἶναι τούτῳ ἂν δόξειε μάλιστα φιλεῖν: ἄλλον δὲ τρόπον συζῆν αἱρεῖται δι᾽ αὐτὴν τὴν ὁμιλίαν καὶ μὴ δι᾽ ἕτερόν τι, οἷον οἱ πατέρες [30] τὸ μὲν εἶναι τοῖς τέκνοις, συζῶσι δ᾽ ἑτέροις. μάχεται δὴ ταῦτα πάντα πρὸς ἄλληλα. οἳ μὲν γὰρ ἂν μὴ τὸ ἑαυτοῖς, οἳ δὲ ἂν μὴ τὸ εἶναι, οἳ δὲ τὸ συζῆν, οὐκ οἴονται φιλεῖσθαι. ἔτι τὸ ἀλγοῦντι συναλγεῖν μὴ δι᾽ ἕτερόν τι ἀγαπᾶν θήσομενοἷον οἱ δοῦλοι πρὸς τοὺς δεσπότας, ὅτι [35] χαλεποὶ ἀλγοῦντες, ἀλλ᾽ οὐ δι᾽ αὐτούς, ὥσπερ αἱ μητέρες τοῖς τέκνοις καὶ οἱ συνωδίνοντες ὄρνιθες. βούλεται γὰρ μάλιστά γε οὐ μόνον συλλυπεῖσθαι φίλος τῷ φίλῳ, ἀλλὰ καὶ τὴν αὐτὴν λύπην, οἷον διψῶντι συνδιψῆν, εἰ ἐνεδέχετο, ὅτι μὴ ἐγγύτατα. δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ χαίρειν: τὸ γὰρ χαίρειν μὴ δι᾽ ἕτερόν τι, ἀλλὰ δι᾽ ἐκεῖνον, ὅτι χαίρει, φιλικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: