previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1238β] ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον. καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ [5] φαύλῳ πρὸς τὴν κατὰ φύσιν: καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δ᾽ ἐκείνῳ ἐξ ὑποθέσεως, πενία συμφέρει νόσος, καὶ ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν: οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδ᾽ ἕνεκα βούλεται. ἔτι καθ᾽ οὓς τρόπους καὶ [10] ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι. εἴη γὰρ ἂν ἡδὺς οὐχ φαῦλος, ἀλλ᾽ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός. ἔτι ἔνι τι πᾶσιν ἐπιεικές: διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ. προσαρμόττουσιν ἑκάστῳ: ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ. [15]

τρία μὲν οὖν εἴδη ταῦτα φιλίας: ἐν πᾶσι δὲ τούτοις κατ᾽ ἰσότητά πως λέγεται φιλία. καὶ γὰρ οἱ κατ᾽ ἀρετὴν φίλοι ἐν ἰσότητί πώς εἰσιν ἀρετῆς φίλοι ἀλλήλοις. ἄλλη δὲ διαφορὰ τούτων καθ᾽ ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον. τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ [20] ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον: κατ᾽ ἀναλογίαν γὰρ ἴσον, κατ᾽ ἀριθμὸν δ᾽ οὐκ ἴσον. ἐν τούτῳ τῷ γένει πατὴρ πρὸς υἱὸν καὶ εὐεργέτης πρὸς τὸν εὐεργετηθέντα. αὐτῶν δὲ τούτων διαφοραὶ εἰσίν: ἄλλη πατρὸς πρὸς υἱὸν καὶ ἀνδρὸς πρὸς γυναῖκα, αὕτη μὲν ὡς [25] ἄρχοντος καὶ ἀρχομένου, δὲ εὐεργέτου πρὸς εὐεργετηθέντα. ἐν ταύταις δὲ οὐκ ἔνεστιν οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι. γελοῖον γάρ, εἴ τις ἐγκαλοίη τῷ θεῷ, ὅτι οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι ὡς φιλεῖται, τῷ ἄρχοντι καὶ ἀρχομένῳ. [29] φιλεῖσθαι γάρ, οὐ φιλεῖν, τοῦ ἄρχοντος, φιλεῖν ἄλλον [30] τρόπον. καὶ ἡδονὴ διαφέρει οὐδὲν τε τοῦ αὐτάρκους ἐπὶ τῷ αὑτοῦ κτήματι παιδί, καὶ τοῦ ἐνδεοῦς ἐπὶ τῷ γινομένῳ. ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῶν διὰ τὴν χρῆσιν φίλων καὶ ἐπὶ τῶν δι᾽ ἡδονὴν οἳ μὲν κατ᾽ ἰσότητα εἰσίν, οἳ δὲ καθ᾽ ὑπεροχήν. διὸ καὶ οἱ ἐκείνως οἰόμενοι ἐγκαλοῦσιν, ἐὰν μὴ ὁμοίως [35] χρήσιμοι καὶ εὖ ποιῶσιν, καὶ ἐπὶ τῆς ἡδονῆς. δῆλον δ᾽ ἐν τοῖς ἐρωτικοῖς: τοῦτο γὰρ αἴτιον τοῦ μάχεσθαι ἀλλήλοις πολλάκις. ἀγνοεῖ γὰρ ἐρῶν ὅτι οὐχ αὐτὸς λόγος αὐτοῖς ἐπὶ τὴν προθυμίαν. διὸ εὑρηκέναι νεῖκος ἐρώμενος: τοιαῦτ᾽ ἂν οὐκ ἐρῶν λέγοι. οἳ δὲ νομίζουσι τὸν αὐτὸν εἶναι λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: