previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1237β] δὲ φίλος φιλούμενον τῷ φίλῳ φίλος, ἀλλὰ μὴ μουσικὸς ἰατρικός: ἡδονὴ τοίνυν ἀπ᾽ αὐτοῦ, αὐτός, αὕτη φιλική. αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος. ὥστ᾽ ἂν μὴ χαίρῃ ἀγαθός, οὐχ [5] πρώτη φιλία. οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον τὸ ἀγαθὸν εὐφραίνειν. τί γὰρ σφόδρα δυσώδης λείπεται; ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή.

αὕτη μὲν οὖν πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν: αἱ δ᾽ ἄλλαι δι᾽ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται. βέβαιον γάρ [10] τι δοκεῖ φιλία: μόνη δ᾽ αὕτη βέβαιος. τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως οὐ ποιεῖ τὴν κρίσιν ὀρθήν. οὐκ ἔστι δ᾽ ἄνευ πίστεως φιλία βέβαιος: δὲ πίστις οὐκ ἄνευ χρόνου. δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις: [15]οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειραθείης ὥσπερ ὑποζυγίου.
Theog. 125f. οὐδ᾽ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει τοιαύτη ἕξις ὡς φιλία. ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθ᾽ ὑπηρετεῖν τὰ φιλικὰ [20] ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλ᾽ εἶναι φίλοι. τὸ δ᾽ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας: οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστ᾽ οὐδ᾽ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν. σημεῖον δέ: εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον: περὶ ὧν μὲν [25] γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες. ἅμα δὲ φανερὸν ὅτι οὐδ᾽ ἐν τοῖς φαύλοις αὕτη φιλία: ἄπιστος γὰρ φαῦλος καὶ κακοήθης πρὸς πάντας: αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους. διὸ εὐεξαπατητότεροί εἰσιν [30] οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν. οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον πράγματα. ὥστ᾽ οὐ φίλοι. οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων: προσνέμεται γὰρ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις. οὐ γίνεται ἄρ᾽ [35] φιλία πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν: ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι. οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου: καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθ᾽ [40] αἱρετέον, ἀλλ᾽ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: