previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1237α] δεῖ συμφωνῆσαι. καὶ τοῦτο ἀρετὴ ποιεῖ: καὶ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται. εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤνφύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ [5] ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ὁδός: ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα. ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως: ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν: τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν. [10]

ὥστ᾽ ἐπειδὴ πρώτη φιλία κατ᾽ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί. τοῦτο δ᾽ οὐχ ὅτι χρήσιμοι, ἀλλ᾽ ἄλλον τρόπον: διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν. καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων. ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον [15] γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι. ὥστε καὶ ἕξις ἀνθρώπου ἀρετή. ἔστω γὰρ ἄνθρωπος τῶν φύσει σπουδαίων: γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, δὲ τοῦ μὴ ἐκείνῳ. ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ. ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς [20] φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτ᾽ ἐστὶ τὸ φιλεῖν, καὶ πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλ᾽ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατ᾽ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται. δῆλον δ᾽ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις [25] αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ λόγος αὐτὸς ἐπ᾽ ἀμφοῖν. φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ. διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος. ὥστ᾽ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι: [30] δὲ σπουδαῖος τέλειος. εἰ δὲ τὸ κατ᾽ ἐνέργειαν φιλεῖν μεθ᾽ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως φιλία πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα. ἔστι δ᾽ αὕτη φιλία ἕξις ἀφ᾽ ἧς τοιαύτη προαίρεσις. τὸ γὰρ ἔργον [35] αὐτῆς ἐνέργεια, αὕτη δ᾽ οὐκ ἔξω, ἀλλ᾽ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω: γὰρ ἐν ἑτέρῳ ἕτερον. διὸ τὸ φιλεῖν χαίρειν, ἀλλ᾽ οὐ τὸ φιλεῖσθαι ἐστίν. τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ: φιλεῖται γὰρ καὶ τὰ [40] ἄψυχα. ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατ᾽ ἐνέργειαν τὸ φιλούμενον ἐστὶ χρῆσθαι φιλούμενον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: