previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1236α] ὁμοίως δὲ καὶ ἐπὶ ψυχῆς, καὶ οὐχ τοῖς παιδίοις καὶ τοῖς θηρίοις, ἀλλ᾽ τοῖς καθεστῶσιν. ἀμφοτέρων γοῦν μεμνημένοι ταῦθ᾽ αἱρούμεθα. ὡς δ᾽ ἔχει παιδίον καὶ θηρίον πρὸς ἄνθρωπον καθεστῶτα, οὕτως ἔχει φαῦλος [5] καὶ ἄφρων πρὸς τὸν ἐπιεικῆ καὶ φρόνιμον. τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις: ταῦτα δ᾽ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά.

ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶςτὸ μὲν γὰρ τῷ τοιόνδ᾽ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ [10] τινὶ καὶ φαινόμενον ἀγαθόν: ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων δι᾽ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον. τὸν μὲν γὰρ τῷ τοιόνδε καὶ δι᾽ ἀρετήν, τὸν δ᾽ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δ᾽ ὅτι ἡδὺς καὶ δι᾽ ἡδονήν. φίλος δὴ γίνεται ὅταν φιλούμενος [15] ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς.

ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθ᾽ ἓν ἁπάσας μηδ᾽ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως. πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν. καὶ γὰρ ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ [20] ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον. πρῶτον δ᾽ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει. οἷον ὄργανον ἰατρικὸν, ἂν ἰατρὸς χρήσαιτο: ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν τοῦ ὀργάνου. ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον: διὰ δὲ τὸ καθόλου εἶναι τὸ πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δ᾽ ἐστὶ [25] ψεῦδος. ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντ᾽ ἀποδιδόναι τὰ φαινόμενα. οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται τὰς ἄλλας φιλίας εἶναι: αἳ δ᾽ εἰσὶ μέν, ἀλλ᾽ οὐχ ὁμοίως εἰσίν: οἳ δ᾽ ὅταν πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδ᾽ εἶναι φιλίας τὰς ἄλλας φασίν: ἔστι [30] δὲ πολλὰ εἴδη φιλίας. τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. μὲν γὰρ διώρισται δι᾽ ἀρετήν, δὲ διὰ τὸ χρήσιμον, δὲ διὰ τὸ ἡδύ.

τούτων μὲν διὰ τὸ χρήσιμόν ἐστιν διὰ τῶν πλείστων φιλίαδιὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ [35] μέχρι τούτου, ὥσπερ παροιμίαΓλαῦκ᾽ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται,” “οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας,
Fr. Eleg. Adespota 6 (Bergk) δὲ δι᾽ ἡδονὴν τῶν νέωντούτου γὰρ αἴσθησιν ἔχουσιν: διὸ εὐμετάβολος φιλία τῶν νέων: μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), δὲ κατ᾽ ἀρετὴν τῶν βελτίστων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: