previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1235β] ἄχρηστος γὰρ νεκρός. οἷς δὲ χρήσιμον, φυλάττουσιν, ὥσπερ ἐν Αἰγύπτῳ. ταῦτα δὴ πάντα δοκεῖ μὲν ὑπεναντία ἀλλήλοις εἶναι. τό τε γὰρ ὅμοιον ἄχρηστον τῷ ὁμοίῳ, καὶ ἐναντιότης ὁμοιότητος ἀπέχει πλεῖστον, [5] καὶ τὸ ἐναντίον ἀχρηστότατον τῷ ἐναντίῳ: φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον. ἔτι δοκεῖ τοῖς μὲν ῥᾴδιον τὸ κτήσασθαι φίλον: τοῖς δὲ σπανιώτατον γνῶναι, καὶ οὐκ ἐνδέχεσθαι ἄνευ ἀτυχίαςτοῖς γὰρ εὖ πράττουσι βούλονται πάντες δοκεῖν φίλοι εἶναι): οἳ δ᾽ οὐδὲ τοῖς συνδιαμένουσιν ἐν ταῖς ἀτυχίαις [10] ἀξιοῦσι πιστεύειν, ὡς ἐξαπατῶντας καὶ προσποιουμένους, ἵνα κτήσωνται διὰ τῆς τῶν ἀτυχούντων ὁμιλίας πάλιν εὐτυχούντων φιλίαν.

ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς [15] ἐναντιώσεις. τοῦτο δ᾽ ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα: μάλιστα γὰρ ὁμολογούμενος τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις. συμβαίνει δὲ μένειν τὰς ἐναντιώσεις, ἐὰν ἔστι μὲν ὡς ἀληθὲς τὸ λεγόμενον, ἔστι δ᾽ ὡς οὔ.

ἔχει δ᾽ ἀπορίαν καὶ πότερον τὸ ἡδὺ τὸ ἀγαθόν ἐστι τὸ φιλούμενον. εἰ μὲν γὰρ [20] φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ἔρως τοιοῦτονοὐθεὶς γὰρἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ,
Eur. Tro. 1051 δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ βουλόμεθα, τὸ ἀγαθόν: ἔστι δ᾽ ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.

περὶ δὴ τούτων καὶ τῶν ἄλλων τῶν συγγενῶν τούτοις [25] πειρατέον διορίσαι, λαβοῦσιν ἀρχὴν τήνδε. τὸ γὰρ ὀρεκτὸν καὶ βουλητὸν τὸ ἀγαθὸν τὸ φαινόμενον ἀγαθόν. διὸ καὶ τὸ ἡδὺ ὀρεκτόν: φαινόμενον γάρ τι ἀγαθόν. τοῖς μὲν γὰρ δοκεῖ, τοῖς δὲ φαίνεται κἂν μὴ δοκῇ. οὐ γὰρ ἐν ταὐτῷ τῆς ψυχῆς φαντασία καὶ δόξα. ὅτι μέντοι φίλον καὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδύ, δῆλον. [30]

τούτου δὲ διωρισμένου ληπτέον ὑπόθεσιν ἑτέραν. τῶν [31] γὰρ ἀγαθῶν τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ τινί, ἁπλῶς δὲ οὔ. καὶ τὰ αὐτὰ ἁπλῶς ἀγαθὰ καὶ ἁπλῶς ἡδέα. τὰ μὲν γὰρ τῷ ὑγιαίνοντί φαμεν σώματι συμφέροντα ἁπλῶς εἶναι σώματι ἀγαθά, τὰ δὲ τῷ κάμνοντι οὔ, [35] οἷον φαρμακείας καὶ τομάς. ὁμοίως δὲ καὶ ἡδέα ἁπλῶς σώματι τὰ τῷ ὑγιαίνοντι καὶ ὁλοκλήρῳ, οἷον τὸ ἐν τῷ φωτὶ ὁρᾶν καὶ οὐ τὸ ἐν τῷ σκότει: καίτοι τῷ ὀφθαλμιῶντι ἐναντίως. καὶ οἶνος ἡδίων οὐχ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Euripides, Trojan Women, 1051
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: