previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1231β] δ᾽ ἔλλειψις ἤτοι ἀνώνυμος τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας. [5]

τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος: καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς. διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳπάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι [10] διαθέσεωςτὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον. σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδ᾽ ἐφ᾽ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας. ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δ᾽ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον [15] λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν. ἐπεὶ δ᾽ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθ᾽ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτ᾽ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, δ᾽ [20] ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ μέσος τῆς ἀνισότητος. ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς μέση τούτων ἕξις: οὔτε γὰρ προτερεῖ οὔθ᾽ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται. ὥστ᾽ ἐπεὶ καὶ πραότης βελτίστη ἕξις περὶ ταῦτα τὰ [25] πάθη ἐστίν, εἴη καὶ πραότης μεσότης τις, καὶ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.

ἔστι δὲ καὶ μεγαλοψυχία καὶ μεγαλοπρέπεια καὶ ἐλευθεριότης μεσότητες. μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. μὲν γὰρ κτήσει μὲν πάσῃ [30] μᾶλλον χαίρων δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον δεῖ ἀνελεύθερος, δ᾽ ἀμφότερα ἧττον δεῖ ἄσωτος, δ᾽ ἄμφω ὡς δεῖ ἐλευθέριος. τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς λόγος ὀρθός. ἐπεὶ δ᾽ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ [35] ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον: ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν. μὲν γὰρ καθ᾽ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: