previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1230β] ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον. καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, [5] καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ σώφρων, ὥσπερ οἱ παῖδες: κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν. ἔτι δ᾽ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως. πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ [10] ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων: διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν. τοὺς δὲ ἀκινήτως ἔχοντας δι᾽ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, [15] οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν. ἔστι δ᾽ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδ᾽ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν. μάλιστα δ᾽ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ [20] οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν.

ἐπεὶ δ᾽ σώφρων ἐστὶ περὶ ἡδονάς, ἀνάγκη καὶ περὶ ἐπιθυμίας τινὰς αὐτὸν εἶναι. δεῖ δὴ λαβεῖν περὶ τίνας. οὐ γὰρ περὶ πάσας οὐδὲ περὶ ἅπαντα τὰ ἡδέα σώφρων σώφρων ἐστίν, ἀλλὰ τῇ μὲν δόξῃ περὶ δύο τῶν αἰσθητῶν, περί τε τὸ [25] γευστὸν καὶ τὸ ἁπτόν, τῇ δ᾽ ἀληθείᾳ περὶ τὸ ἁπτόν: περὶ γὰρ τὴν διὰ τῆς ὄψεως ἡδονὴν τῶν καλῶν ἄνευ ἐπιθυμίας ἀφροδισίων, λύπην τῶν αἰσχρῶν, καὶ περὶ τὴν διὰ τῆς ἀκοῆς τῶν εὐαρμόστων ἀναρμόστων, ἔτι δὲ πρὸς τὰς δι᾽ ὀσφρήσεως, τάς τε ἀπὸ εὐωδίας καὶ τὰς ἀπὸ δυσωδίας, οὐκ [30] ἔστιν σώφρων. οὐδὲ γὰρ ἀκόλαστος οὐδεὶς λέγεται τῷ πάσχειν μὴ πάσχειν. εἰ γοῦν τις καλὸν ἀνδριάντα θεώμενος ἵππον ἄνθρωπον, ἀκροώμενος ᾁδοντος, μὴ βούλοιτο μήτε ἐσθίειν μήτε πίνειν μήτε ἀφροδισιάζειν, ἀλλὰ τὰ μὲν καλὰ θεωρεῖν τῶν δ᾽ ᾀδόντων ἀκούειν, οὐκ ἂν δόξειεν [35] ἀκόλαστος εἶναι, ὥσπερ οὐδ᾽ οἱ κηλούμενοι παρὰ ταῖς Σειρῆσιν. ἀλλὰ περὶ τὰ δύο τῶν αἰσθητῶν ταῦτα, περὶ ἅπερ καὶ τἆλλα θηρία μόνον τυγχάνει αἰσθητικῶς ἔχοντα, καὶ χαίροντα καὶ λυπούμενα, περὶ τὰ γευστὰ καὶ ἁπτά. περὶ δὲ τὰ τῶν ἄλλων αἰσθητῶν ἡδέα σχεδὸν ὁμοίως ἅπαντα φαίνεται ἀναισθήτως διακείμενα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: