previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1229α] οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον; γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. διὸ καὶ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν θρασύς: δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. μὲν [5] οὖν δειλὸς καὶ μὴ δεῖ φοβεῖται, δὲ θρασὺς καὶ μὴ δεῖ θαρρεῖ: δ᾽ ἀνδρεῖος ἄμφω δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. γὰρ ἂν λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ . μὲν οὖν θρασύς, καὶ εἰ μὴ [10] κελεύει, ταῦτα θαρρεῖ, δὲ δειλὸς οὐδ᾽ ἂν κελεύῃ: δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.

ἔστι δ᾽ εἴδη ἀνδρείας πέντε λεγόμενα καθ᾽ ὁμοιότητα: τὰ αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλ᾽ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική: αὕτη δ᾽ ἐστὶν δι᾽ αἰδῶ οὖσα. δευτέρα στρατιωτική: αὕτη δὲ δι᾽ [15] ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλ᾽ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δ᾽ δι᾽ ἀπειρίαν καὶ ἄγνοιαν, δι᾽ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δ᾽ κατ᾽ ἐλπίδα, καθ᾽ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς [20] κινδύνους καὶ οἱ μεθύοντες: εὐέλπιδας γὰρ ποιεῖ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον δι᾽ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ἐν Κρήτῃ μυθολογούμενος: καὶ δι᾽ ὀργὴν καὶ θυμὸν [25] ὡσαύτως. ἐκστατικὸν γὰρ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες: ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ τοῦ θυμοῦ: ἀήττητον γὰρ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ πολιτικὴ [30] ἀνδρεία. κατ᾽ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.

περὶ δὲ τῶν φοβερῶν νῦν μὲν ἁπλῶς εἰρήκαμεν, βέλτιον δὲ διορίσασθαι μᾶλλον. ὅλως μὲν οὖν φοβερὰ λέγεται τὰ ποιητικὰ φόβου. τοιαῦτα δ᾽ ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης [35] φθαρτικῆς: τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δ᾽ οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, τοιαύτην οἵαν οἱ ζηλοῦντες οἱ αἰσχυνόμενοι. ἀλλ᾽ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις [40] ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων φύσις ἀναιρετικὴ τοῦ ζῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: