previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1228β] τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι), δῆλον ὡς μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία: αὕτη γὰρ βελτίστη.

δοκεῖ δ᾽ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, δὲ [5] δειλὸς φοβητικός, καὶ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, δὲ τὸ ἐναντίον οὐ φοβεῖσθαι ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, δὲ οὐδὲ τὰ ἠρέμα. ποῖα οὖν ὑπομένει ἀνδρεῖος; [10] πρῶτον πότερον τὰ ἑαυτῷ φοβερὰ τὰ ἑτέρῳ; εἰ μὲν δὴ τὰ ἑτέρῳ φοβερά, οὐθὲν σεμνὸν φαίη ἄν τις εἶναι: εἰ δὲ τὰ αὑτῷ, εἴη ἂν αὐτῷ μεγάλα καὶ πολλὰ φοβερά. φόβου ποιητικὰ ἑκάστῳ φοβερά, οἷον εἰ μὲν σφόδρα φοβερά, εἴη ἂν ἰσχυρὸς φόβος, εἰ δ᾽ ἠρέμα, ἀσθενής. ὥστε συμβαίνει τὸν [15] ἀνδρεῖον μεγάλους φόβους καὶ πολλοὺς ποιεῖσθαι. ἐδόκει δὲ τοὐναντίον ἀνδρεία ἄφοβον παρασκευάζειν, τοῦτο δ᾽ εἶναι ἐν τῷ μηθὲν ὀλίγα φοβεῖσθαι, καὶ ἠρέμα καὶ μόλις. ἀλλ᾽ ἴσως τὸ φοβερὸν λέγεται, ὥσπερ καὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν, διχῶς. τὰ μὲν γὰρ ἁπλῶς, τὰ δὲ τινὶ μὲν καὶ ἡδέα [20] καὶ ἀγαθὰ ἐστίν, ἁπλῶς δ᾽ οὔ, ἀλλὰ τοὐναντίον φαῦλα καὶ οὐχ ἡδέα, ὅσα τοῖς πονηροῖς ὠφέλιμα καὶ ὅσα ἡδέα τοῖς παιδίοις παιδία. ὁμοίως δὲ καὶ τὰ φοβερὰ τὰ μὲν ἁπλῶς ἐστί, τὰ δὲ τινί. μὲν δὴ δειλὸς φοβεῖται δειλός, τὰ μὲν οὐδενί ἐστι φοβερά, τὰ δ᾽ ἠρέμα: τὰ δὲ τοῖς [25] πλείστοις φοβερά, καὶ ὅσα τῇ ἀνθρωπίνῃ φύσει, ταῦθ᾽ ἁπλῶς φοβερὰ λέγομεν. δ᾽ ἀνδρεῖος πρὸς ταῦτ᾽ ἔχει ἀφόβως, καὶ ὑπομένει τὰ τοιαῦτα φοβερά, ἔστι μὲν ὡς φοβερὰ αὐτῷ, ἔστι δ᾽ ὡς οὔ, μὲν ἄνθρωπος, φοβερά, δ᾽ ἀνδρεῖος, οὐ φοβερὰ ἀλλ᾽ ἠρέμα οὐδαμῶς. ἔστι μέντοι φοβερὰ [30] ταῦτα: τοῖς γὰρ πλείστοις φοβερά. διὸ καὶ ἐπαινεῖται ἕξις: ὥσπερ γὰρ ἰσχυρὸς καὶ ὑγιεινὸς ἔχει. καὶ γὰρ οὗτοι οὐ τῷ ὑπὸ μηθενὸς μὲν πόνου τρίβεσθαι, δ᾽ ὑπὸ μηδεμιᾶς ὑπερβολῆς, τοιοῦτοι εἰσίν, ἀλλὰ τῷ ὑπὸ τούτων ἀπαθεῖς εἶναι, ἁπλῶς ἠρέμα, ὑφ᾽ ὧν οἱ πολλοὶ καὶ οἱ [35] πλεῖστοι. οἱ μὲν οὖν νοσώδεις καὶ ἀσθενεῖς καὶ δειλοὶ καὶ ὑπὸ τῶν κοινῶν παθημάτων πάσχουσί τι, πλὴν θᾶττόν τε καὶ μᾶλλον οἱ πολλοί, καὶ ἔτι ὑφ᾽ ὧν οἱ πολλοὶ πάσχουσιν, ὑπὸ τούτων ἀπαθεῖς ὅλως ἠρέμα.

ἀπορεῖται δ᾽ εἰ τῷ ἀνδρείῳ οὐθέν ἐστι φοβερόν, οὐδ᾽ ἂν φοβηθείη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: