previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1225β] δοκεῖ δὴ ἐναντίον εἶναι τὸ ἑκούσιον τῷ ἀκουσίῳ, καὶ τὸ εἰδότα ὃν οὗ ἕνεκαἐνίοτε γὰρ οἶδε μὲν ὅτι πατήρ, ἀλλ᾽ οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ᾽ ἵνα σώσῃ, ὥσπερ αἱ Πελιάδες, ἤτοι ὡς τοδὶ μὲν πόμα, ἀλλ᾽ [5] ὡς φίλτρον καὶ οἶνον, τὸ δ᾽ ἦν κώνειοντῷ ἀγνοοῦντα καὶ ὃν καὶ καὶ δι᾽ ἄγνοιαν, μὴ κατὰ συμβεβηκός: τὸ δὲ δι᾽ ἄγνοιαν, καὶ καὶ καὶ ὅν, ἀκούσιον: τὸ ἐναντίον ἄρ᾽ ἑκούσιον. ὅσα μὲν οὖν ἐφ᾽ ἑαυτῷ ὂν μὴ πράττειν πράττει μὴ ἀγνοῶν καὶ δι᾽ αὑτόν, ἑκούσια ταῦτ᾽ ἀνάγκη εἶναι, καὶ τὸ [10] ἑκούσιον τοῦτ᾽ ἐστίν: ὅσα δ᾽ ἀγνοῶν καὶ διὰ τὸ ἀγνοεῖν, ἄκων. ἐπεὶ δὲ τὸ ἐπίστασθαι καὶ τὸ εἰδέναι διττόν, ἓν μὲν τὸ ἔχειν, ἓν δὲ τὸ χρῆσθαι τῇ ἐπιστήμη, ἔχων μὴ χρώμενος δὲ ἔστι μὲν ὡς δικαίως ἂν ἀγνοῶν λέγοιτο, ἔστι δὲ ὡς οὐ δικαίως, οἷον εἰ δι᾽ ἀμέλειαν μὴ ἐχρῆτο. ὁμοίως δὲ καὶ μὴ ἔχων τις [15] ψέγοιτο ἄν, εἰ ῥᾴδιον ἀναγκαῖον ἦν, μὴ ἔχει δι᾽ ἀμέλειαν ἡδονὴν λύπην. ταῦτ᾽ οὖν προσδιοριστέον.

περὶ μὲν οὖν τοῦ ἑκουσίου καὶ ἀκουσίου διωρίσθω τοῦτον τὸν τρόπον: περὶ δὲ προαιρέσεως μετὰ τοῦτο λέγωμεν, διαπορήσαντες πρῶτον τῷ λόγῳ περὶ αὐτῆς. διστάσειε γὰρ ἄν τις ἐν [20] τῷ γένει πέφυκε καὶ ἐν ποίῳ θεῖναι αὐτὴν χρή, καὶ πότερον οὐ ταὐτὸν τὸ ἑκούσιον καὶ τὸ προαιρετὸν ταὐτὸν ἐστίν. μάλιστα δὲ λέγεται παρά τινων, καὶ ζητοῦντι δόξειε δ᾽ ἂν δυοῖν εἶναι θάτερον προαίρεσις, ἤτοι δόξα ὄρεξις: ἀμφότερα γὰρ φαίνεται παρακολουθοῦντα. ὅτι μὲν οὖν οὐκ ἔστιν ὄρεξις [25] φανερόν. γὰρ βούλησις ἂν εἴη ἐπιθυμία θυμός: οὐθεὶς γὰρ ὀρέγεται μηθὲν πεπονθὼς τούτων. θυμὸς μὲν οὖν καὶ ἐπιθυμία καὶ τοῖς θηρίοις ὑπάρχει, προαίρεσις δ᾽ οὔ. ἔτι δὲ καὶ οἷς ὑπάρχει ἄμφω ταῦτα, πολλὰ καὶ ἄνευ θυμοῦ καὶ ἐπιθυμίας προαιροῦνται: καὶ ἐν τοῖς πάθεσιν ὄντες οὐ [30] προαιροῦνται, ἀλλὰ καρτεροῦσιν. ἔτι ἐπιθυμία μὲν καὶ θυμὸς ἀεὶ μετὰ λύπης, προαιρούμεθα δὲ πολλὰ καὶ ἄνευ λύπης. ἀλλὰ μὴν οὐδὲ βούλησις καὶ προαίρεσις ταὐτόν. βούλονται μὲν γὰρ ἔνια ταὐτὸν καὶ τῶν ἀδυνάτων εἰδότες, οἷον βασιλεύειν τε πάντων ἀνθρώπων καὶ ἀθάνατοι εἶναι, προαιρεῖται δ᾽ οὐθεὶς [35] μὴ ἀγνοῶν ὅτι ἀδύνατον, οὐδ᾽ ὅλως δυνατὸν μέν, μὴ ἐφ᾽ αὑτῷ δ᾽ οἴεται πρᾶξαι μὴ πρᾶξαι. ὥστε τοῦτο μὲν φανερόν, ὅτι ἀνάγκη τὸ προαιρετὸν τῶν ἐφ᾽ αὑτῷ τι εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: