previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1222β] καίτοι ἐστὶν ὑπερβολὴ καὶ ἐπὶ τὸ ἵλεων εἶναι καὶ τὸ καταλλακτικὸν εἶναι καὶ μὴ ὀργίζεσθαι ῥαπιζόμενον. ἀλλ᾽ ὀλίγοι οἱ τοιοῦτοι, ἐπ᾽ ἐκεῖνο δὲ πάντες ῥέπουσι μᾶλλον. διὸ καὶ οὐ κολακικὸν θυμός. [5]

ἐπεὶ δ᾽ εἴληπται διαλογὴ τῶν ἕξεων καθ᾽ ἕκαστα τὰ πάθη, καὶ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, καὶ τῶν ἐναντίων ἕξεων, καθ᾽ ἃς ἔχουσι κατὰ τὸν ὀρθὸν λόγοντίς δ᾽ ὀρθὸς λόγος, καὶ πρὸς τίνα δεῖ ὅρον ἀποβλέποντας λέγειν τὸ μέσον, ὕστερον ἐπισκεπτέον), φανερὸν ὅτι πᾶσαι αἱ ἠθικαὶ ἀρεταὶ καὶ κακίαι [10] περὶ ἡδονῶν καὶ λυπῶν ὑπερβολὰς καὶ ἐλλείψεις εἰσί, καὶ ἡδοναὶ καὶ λῦπαι ἀπὸ τῶν εἰρημένων ἕξεων καὶ παθημάτων γίνονται. ἀλλὰ μὴν γε βελτίστη ἕξις περὶ ἕκαστα μέση ἐστίν. δῆλον τοίνυν ὅτι αἱ ἀρεταὶ πᾶσαι τούτων τινὲς ἔσονται τῶν μεσοτήτων. [15]

λάβωμεν οὖν ἄλλην ἀρχὴν τῆς ἐπιούσης σκέψεως. εἰσὶ δὴ πᾶσαι μὲν αἱ οὐσίαι κατὰ φύσιν τινὲς ἀρχαί, διὸ καὶ ἑκάστη πολλὰ δύναται τοιαῦτα γεννᾶν, οἷον ἄνθρωπος ἀνθρώπους καὶ ζῷον ὂν ὅλως ζῷα καὶ φυτὸν φυτά. πρὸς δὲ τούτοις γ᾽ ἄνθρωπος καὶ πράξεών τινών ἐστιν ἀρχὴ μόνον [20] τῶν ζῴων: τῶν γὰρ ἄλλων οὐθὲν εἴποιμεν ἂν πράττειν. τῶν δ᾽ ἀρχῶν ὅσαι τοιαῦται, ὅθεν πρῶτον αἱ κινήσεις, κύριαι λέγονται, μάλιστα δὲ δικαίως ἀφ᾽ ὧν μὴ ἐνδέχεται ἄλλως, ἣν ἴσως θεὸς ἄρχει. ἐν δὲ ταῖς ἀκινήτοις ἀρχαῖς, οἷον ἐν ταῖς μαθηματικαῖς, οὐκ ἔστι τὸ κύριον, καίτοι λέγεταί γε [25] καθ᾽ ὁμοιότητα: καὶ γὰρ ἐνταῦθα κινουμένης τῆς ἀρχῆς πάντα μάλιστ᾽ ἂν τὰ δεικνύμενα μεταβάλλοι, αὐτὰ δ᾽ αὑτὰ οὐ μεταβάλλει ἀναιρουμένου θατέρου ὑπὸ θατέρου, ἂν μὴ τῷ τὴν ὑπόθεσιν ἀνελεῖν καὶ δι᾽ ἐκείνης δεῖξαι. δ᾽ ἄνθρωπος ἀρχὴ κινήσεως τινός: γὰρ πρᾶξις κίνησις. ἐπεὶ δ᾽ [30] ὥσπερ ἐν τοῖς ἄλλοις ἀρχὴ αἰτία ἐστὶ τῶν δι᾽ αὐτὴν ὄντων γινομένων, δεῖ νοῆσαι καθάπερ ἐπὶ τῶν ἀποδείξεων. εἰ γὰρ ἔχοντος τοῦ τριγώνου δύο ὀρθὰς ἀνάγκη τὸ τετράγωνον ἔχειν τέτταρας ὀρθάς, φανερὸν ὡς αἴτιον τούτου τὸ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον. εἰ δέ γε μεταβάλλει τὸ τρίγωνον, ἀνάγκη [35] καὶ τὸ τετράγωνον μεταβάλλειν, οἷον εἰ τρεῖς, ἕξ, εἰ δὲ τέτταρες, ὀκτώ. κἂν εἰ μὴ μεταβάλλοι, τοιοῦτον δ᾽ ἐστί, κακεῖνο τοιοῦτον ἀναγκαῖον εἶναι. δῆλον δ᾽ ἐπιχειροῦμεν ὅτι ἀναγκαῖον, ἐκ τῶν ἀναλυτικῶν: νῦν δ᾽ οὔτε μὴ λέγειν οὔτε λέγειν ἀκριβῶς οἷόν τε, πλὴν τοσοῦτον. εἰ γὰρ μηθὲν ἄλλο αἴτιον [40] τοῦ τὸ τρίγωνον οὕτως ἔχειν, ἀρχή τις ἂν εἴη τοῦτο καὶ αἴτιον τῶν ὕστερον. ὥστ᾽ εἴπερ ἐστὶν ἔνια τῶν ὄντων ἐνδεχόμενα ἐναντίως ἔχειν, ἀνάγκη καὶ τὰς ἀρχὰς αὐτῶν εἶναι τοιαύτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: