previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1222α] δι᾽ ἡδονὰς δὲ καὶ λύπας φαύλους εἶναι φαμέν, τῷ διώκειν καὶ φεύγειν ὡς μὴ δεῖ ἃς μὴ δεῖ. διὸ καὶ διορίζονται πάντες προχείρως ἀπάθειαν καὶ ἠρεμίαν περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετάς, τὰς δὲ κακίας ἐκ [5] τῶν ἐναντίων.

ἐπεὶ δ᾽ ὑπόκειται ἀρετὴ εἶναι τοιαύτη ἕξις ἀφ᾽ ἧς πρακτικοὶ τῶν βελτίστων καὶ καθ᾽ ἣν ἄριστα διάκεινται περὶ τὸ βέλτιστον, βέλτιστον δὲ καὶ ἄριστον τὸ κατὰ τὸν ὀρθὸν λόγον, τοῦτο δ᾽ ἐστὶ τὸ μέσον ὑπερβολῆς καὶ [10] ἐλλείψεως τῆς πρὸς ἡμᾶς: ἀναγκαῖον ἂν εἴη τὴν ἠθικὴν ἀρετὴν καθ᾽ αὑτὸν ἕκαστον μεσότητα εἶναι καὶ περὶ μέσ᾽ ἄττα ἐν ἡδοναῖς καὶ λύπαις καὶ ἡδέσι καὶ λυπηροῖς. ἔσται δ᾽ μεσότης ὁτὲ μὲν ἐν ἡδοναῖςκαὶ γὰρ ὑπερβολὴ καὶ ἔλλειψις), ὁτὲ δ᾽ ἐν λύπαις, ὁτὲ δ᾽ ἐν ἀμφοτέραις. γὰρ [15] ὑπερβάλλων τῷ χαίρειν τῷ ἡδεῖ ὑπερβάλλει καὶ τῷ λυπεῖσθαι τῷ ἐναντίῳ, καὶ ταῦτα ἁπλῶς πρός τινα ὅρον, οἷον ὅταν μὴ ὡς οἱ πολλοί: δ᾽ ἀγαθὸς ὡς δεῖ.—ἐπεὶ δ᾽ ἐστί τις ἕξις ἀφ᾽ ἧς τοιοῦτος ἔσται ἔχων αὐτὴν ὥστε τοῦ αὐτοῦ πράγματος μὲν ἀποδέχεσθαι τὴν ὑπερβολὴν δὲ [20] τὴν ἔλλειψιν, ἀνάγκη, ὡς ταῦτ᾽ ἀλλήλοις ἐναντία καὶ τῷ μέσῳ, οὕτω καὶ τὰς ἕξεις ἀλλήλαις ἐναντίας εἶναι καὶ τῇ ἀρετῇ.

συμβαίνει μέντοι τὰς ἀντιθέσεις ἔνθα μὲν φανερωτέρας εἶναι πάσας, ἔνθα δὲ τὰς ἐπὶ τὴν ὑπερβολήν, ἐνιαχοῦ δὲ τὰς ἐπὶ τὴν ἔλλειψιν. αἴτιον δὲ τῆς ἐναντιώσεως, ὅτι [25] οὐκ ἀεὶ ἐπὶ ταὐτὰ τῆς ἀνισότητος ὁμοιότητος πρὸς τὸ μέσον, ἀλλ᾽ ὁτὲ μὲν θᾶττον ἂν μεταβαίη ἀπὸ τῆς ὑπερβολῆς ἐπὶ τὴν μέσην ἕξιν, ὁτὲ δ᾽ ἀπὸ τῆς ἐλλείψεως, ἧς ὃς πλέον ἀπέχει, οὗτος δοκεῖ ἐναντιώτερος εἶναι, οἷον καὶ περὶ τὸ σῶμα ἐν μὲν τοῖς πόνοις ὑγιεινότερον ὑπερβολὴ τῆς [30] ἐλλείψεως καὶ ἐγγύτερον τοῦ μέσου, ἐν δὲ τῇ τροφῇ ἔλλειψις ὑπερβολῆς. ὥστε καὶ αἱ προαιρετικαὶ ἕξεις αἱ φιλογυμναστικαὶ φιλοϋγιεῖς μᾶλλον ἔσονται καθ᾽ ἑκατέραν τὴν αἵρεσιν, ἔνθα μὲν αἱ πολυπονώτεραι, ἔνθα δ᾽ αἱ ὑποστατικώτεραι, καὶ ἐναντίος τῷ μετρίῳ καὶ τῷ ὡς λόγος ἔνθα [35] μὲν ἄπονος καὶ οὐκ ἄμφω, ἔνθα δὲ καὶ ἀπολαυστικὸς [36] καὶ οὐχ πεινητικός. συμβαίνει δὲ τοῦτο, διότι φύσις εὐθὺς οὐ πρὸς ἅπαντα ὁμοίως ἀφέστηκε τοῦ μέσου, ἀλλ᾽ ἧττον μὲν φιλόπονοι ἐσμέν, μᾶλλον δ᾽ ἀπολαυστικοί. ὁμοίως δὲ ταῦτ᾽ ἔχει καὶ περὶ ψυχῆς. ἐναντίαν δὲ τίθεμεν τὴν [40] ἕξιν ἐφ᾽ ἥν τε ἁμαρτάνομεν μᾶλλον καὶ ἐφ᾽ ἣν οἱ πολλοί δ᾽ ἑτέρα ὥσπερ οὐκ οὖσα λανθάνει: διὰ γὰρ τὸ ὀλίγον ἀναίσθητος ἐστίν), οἷον ὀργὴν πραότητι καὶ τὸν ὀργίλον τῷ πράῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: