previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1219β] τό τε γὰρ εὖ πράττειν καὶ τὸ εὖ ζῆν τὸ αὐτὸ τῷ εὐδαιμονεῖν, ὧν ἕκαστον χρῆσίς ἐστι καὶ ἐνέργεια, καὶ ζωὴ καὶ πρᾶξιςκαὶ γὰρ πρακτικὴ χρηστικὴ ἐστίν: μὲν γὰρ χαλκεὺς ποιεῖ χαλινόν, χρῆται δ᾽ ἱππικός[5] καὶ τὸ μήτε μίαν ἡμέραν εἶναι εὐδαίμονα μήτε παῖδα μήθ᾽ ἡλικίαν πᾶσανδιὸ καὶ τὸ Σόλωνος ἔχει καλῶς, τὸ μὴ ζῶντ᾽ εὐδαιμονίζειν, ἀλλ᾽ ὅταν λάβῃ τέλος: οὐθὲν γὰρ ἀτελὲς εὔδαιμον: οὐ γὰρ ὅλον): ἔτι δ᾽ οἱ ἔπαινοι τῆς ἀρετῆς διὰ τὰ ἔργα, καὶ τὰ ἐγκώμια τῶν ἔργων: καὶ στεφανοῦνται οἱ [10] νικῶντες, ἀλλ᾽ οὐχ οἱ δυνάμενοι νικᾶν, μὴ νικῶντες δέ: καὶ τὸ κρίνειν ἐκ τῶν ἔργων ὁποῖός τις ἐστίν: ἔτι διὰ τί εὐδαιμονία οὐκ ἐπαινεῖται; ὅτι διὰ ταύτην τἆλλα, τῷ εἰς ταύτην ἀναφέρεσθαι τῷ μόρια εἶναι αὐτῆς. διὸ ἕτερον εὐδαιμονισμὸς καὶ ἔπαινος καὶ ἐγκώμιον. τὸ μὲν γὰρ [15] ἐγκώμιον λόγος τοῦ καθ᾽ ἕκαστον ἔργου: δ᾽ ἔπαινος τοιοῦτον εἶναι καθόλου: δ᾽ εὐδαιμονισμὸς τέλους. καὶ τὸ ἀπορούμενον δ᾽ ἐνίοτε δῆλον ἐκ τούτων, διὰ τί ποτ᾽ οὐθὲν βελτίους οἱ σπουδαῖοι τῶν φαύλων τὸν ἥμισυν τοῦ βίου: ὅμοιοι γὰρ καθεύδοντες πάντες. αἴτιον δ᾽ ὅτι ἀργία ψυχῆς ὕπνος, ἀλλ᾽ [20] οὐκ ἐνέργεια. διὸ καὶ ἄλλο εἴ τι μόριόν ἐστι ψυχῆς, οἷον τὸ θρεπτικόν, τούτου ἀρετὴ οὐκ ἔστι μόριον τῆς ὅλης ἀρετῆς, ὥσπερ οὐδ᾽ τοῦ σώματος: ἐν τῷ ὕπνῳ γὰρ μᾶλλον ἐνεργεῖ τὸ θρεπτικόν, τὸ δ᾽ αἰσθητικὸν καὶ ὀρεκτικὸν ἀτελῆ ἐν τῷ ὕπνῳ. ὅσον δὲ τοῦ πῃ κινεῖσθαι μετέχουσι, καὶ αἱ [25] φαντασίαι βελτίους αἱ τῶν σπουδαίων, ἐὰν μὴ διὰ νόσον πήρωσιν.

μετὰ ταῦτα περὶ ψυχῆς θεωρητέον: γὰρ ἀρετὴ ψυχῆς, οὐ κατὰ συμβεβηκός. ἐπεὶ δ᾽ ἀνθρωπίνην ἀρετὴν ζητοῦμεν, ὑποκείσθω δύο μέρη ψυχῆς τὰ λόγου μετέχοντα, οὐ τὸν αὐτὸν δὲ τρόπον μετέχειν λόγου ἄμφω, ἀλλὰ τὸ [30] μὲν τῷ ἐπιτάττειν, τὸ δὲ τῷ πείθεσθαι καὶ ἀκούειν πεφυκέναι: εἰ δέ τί ἐστιν ἑτέρως ἄλογον, ἀφείσθω τοῦτο τὸ μόριον. διαφέρει δ᾽ οὐδὲν οὔτ᾽ εἰ μεριστὴ ψυχὴ οὔτ᾽ εἰ ἀμερής, ἔχει μέντοι δυνάμεις διαφόρους καὶ τὰς εἰρημένας, ὥσπερ ἐν τῷ καμπύλῳ τὸ κοῖλον καὶ τὸ κυρτὸν ἀδιαχώριστον, [35] καὶ τὸ εὐθὺ καὶ τὸ λευκόν: καίτοι τὸ εὐθὺ οὐ λευκόν, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐκ οὐσία τοῦ αὐτοῦ. ἀφῄρηται δὲ καὶ εἴ τι ἄλλο ἐστὶ μέρος ψυχῆς, οἷον τὸ φυτικόν. ἀνθρωπίνης γὰρ ψυχῆς τὰ εἰρημένα μόρια ἴδια: διὸ οὐδ᾽ αἱ ἀρεταὶ αἱ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ ἀνθρώπου: δεῖ γὰρ, εἰ [40] ἄνθρωπος, λογισμὸν ἐνεῖναι καὶ ἀρχὴν καὶ πρᾶξιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: