previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1219α] δῆλον δ᾽ ἐκ τῆς ἐπαγωγῆς. ἐπὶ πάντων γὰρ οὕτω τίθεμεν. οἷον ἱματίου ἀρετὴ ἐστίν: καὶ γὰρ ἔργον τι καὶ χρῆσις ἐστίν: καὶ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετὴ ἐστίν. ὁμοίως δὲ καὶ πλοίου καὶ οἰκίας καὶ τῶν [5] ἄλλων. ὥστε καὶ ψυχῆς: ἔστι γάρ τι ἔργον αὐτῆς. καὶ τῆς βελτίονος δὴ ἕξεως ἔστω βέλτιον τὸ ἔργον: καὶ ὡς ἔχουσιν. αἱ ἕξεις πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἔργα τὰ ἀπὸ τούτων πρὸς ἄλληλα ἐχέτω. καὶ τέλος ἑκάστου τὸ ἔργον. φανερὸν τοίνυν ἐκ τούτων ὅτι βέλτιον τὸ ἔργον τῆς ἕξεως: [10] τὸ γὰρ τέλος ἄριστον ὡς τέλος: ὑπόκειται γὰρ τέλος τὸ βέλτιστον καὶ τὸ ἔσχατον, οὗ ἕνεκα τἆλλα πάντα. ὅτι μὲν τοίνυν τὸ ἔργον βέλτιον τῆς ἕξεως καὶ τῆς διαθέσεως, δῆλον: ἀλλὰ τὸ ἔργον λέγεται διχῶς. τῶν μὲν γάρ ἐστιν ἕτερόν τι τὸ ἔργον παρὰ τὴν χρῆσιν, οἷον οἰκοδομικῆς οἰκία [15] ἀλλ᾽ οὐκ οἰκοδόμησις καὶ ἰατρικῆς ὑγίεια ἀλλ᾽ οὐχ ὑγίανσις οὐδ᾽ ἰάτρευσις, τῶν δ᾽ χρῆσις ἔργον, οἷον ὄψεως ὅρασις καὶ μαθηματικῆς ἐπιστήμης θεωρία. ὥστ᾽ ἀνάγκη, ὧν ἔργον χρῆσις, τὴν χρῆσιν βέλτιον εἶναι τῆς ἕξεως.

τούτων δὲ τοῦτον τὸν τρόπον διωρισμένων, λέγομεν ὅτι ταὐτὸ τὸ ἔργον [20] τοῦ πράγματος καὶ τῆς ἀρετῆς, ἀλλ᾽ οὐχ ὡσαύτως. οἷον σκυτοτομικῆς καὶ σκυτεύσεως ὑπόδημα: εἰ δή τίς ἐστιν ἀρετὴ σκυτικῆς καὶ σπουδαίου σκυτέως, τὸ ἔργον ἐστὶ σπουδαῖον ὑπόδημα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.

ἔτι ἔστω ψυχῆς ἔργον τὸ ζῆν ποιεῖν, τοῦ δὲ χρῆσις καὶ [25] ἐγρήγορσις: γὰρ ὕπνος ἀργία τις καὶ ἡσυχία. ὥστ᾽ ἐπεὶ τὸ ἔργον ἀνάγκη ἓν καὶ ταὐτὸ εἶναι τῆς ψυχῆς καὶ τῆς ἀρετῆς, ἔργον ἂν εἴη τῆς ἀρετῆς ζωὴ σπουδαία. τοῦτ᾽ ἄρα ἐστὶ τὸ τέλεον ἀγαθόν, ὅπερ ἦν εὐδαιμονία. δῆλον δὲ ἐκ τῶν ὑποκειμένωνἦν μὲν γὰρ εὐδαιμονία τὸ ἄριστον, τὰ δὲ [30] τέλη ἐν ψυχῇ καὶ τὰ ἄριστα τῶν ἀγαθῶν, αὐτὴ δὲ ἕξις ἐνέργεια), ἐπεὶ βέλτιον ἐνέργεια τῆς διαθέσεως καὶ τῆς βελτίστης ἕξεως βελτίστη ἐνέργεια, δ᾽ ἀρετὴ [33] βελτίστη ἕξις, τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι. ἦν δὲ καὶ εὐδαιμονία τὸ ἄριστον. ἔστιν ἄρα [35] εὐδαιμονία ψυχῆς ἀγαθῆς ἐνέργεια. ἐπεὶ δὲ ἦν εὐδαιμονία τέλεόν τι, καὶ ἔστι ζωὴ καὶ τελέα καὶ ἀτελής, καὶ ἀρετὴ ὡσαύτως μὲν γὰρ ὅλη, δὲ μόριον), δὲ τῶν ἀτελῶν ἐνέργεια ἀτελής, εἴη ἂν εὐδαιμονία ζωῆς τελείας ἐνέργεια κατ᾽ ἀρετὴν τελείαν. [40]

ὅτι δὲ τὸ γένος καὶ τὸν ὅρον αὐτῆς λέγομεν καλῶς, μαρτύρια τὰ δοκοῦντα πᾶσιν ἡμῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: