previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1215β] τούτων γὰρ μὲν φιλόσοφος βούλεται περὶ φρόνησιν εἶναι καὶ τὴν θεωρίαν τὴν περὶ τὴν ἀλήθειαν, δὲ πολιτικὸς περὶ τὰς πράξεις τὰς καλάςαὗται δ᾽ εἰσὶν αἱ ἀπὸ τῆς ἀρετῆς), δ᾽ ἀπολαυστικὸς περὶ τὰς [5] ἡδονὰς τὰς σωματικάς. διόπερ ἕτερος ἕτερον τὸν εὐδαίμονα προσαγορεύει, καθάπερ ἐλέχθη καὶ πρότερον. Ἀναξαγόρας μὲν Κλαζομένιος ἐρωτηθεὶς τίς εὐδαιμονέστατος, "οὐθεὶς", εἶπεν, "ὧν σὺ νομίζεις: ἀλλ᾽ ἄτοπος ἄν τίς σοι φανείη": τοῦτον δ᾽ ἀπεκρίνατο τὸν τρόπον ἐκεῖνος, ὁρῶν τὸν ἐρόμενον ἀδύνατον [10] ὑπολαμβάνοντα μὴ μέγαν ὄντα καὶ καλὸν πλούσιον ταύτης τυγχάνειν τῆς προσηγορίας, αὐτὸς δ᾽ ἴσως ᾤετο τὸν ζῶντα ἀλύπως καὶ καθαρῶς πρὸς τὸ δίκαιον τινος θεωρίας κοινωνοῦντα θείας, τοῦτον ὡς ἄνθρωπον εἰπεῖν μακάριον εἶναι. [15]

περὶ πολλῶν μὲν οὖν καὶ ἑτέρων οὐ ῥᾴδιον τὸ κρῖναι καλῶς, μάλιστα δὲ περὶ οὗ πᾶσι ῥᾷστον εἶναι δοκεῖ, καὶ παντὸς ἀνδρὸς τὸ γνῶναι, τί τῶν ἐν τῷ ζῆν αἱρετόν, καὶ λαβὼν ἄν τις ἔχοι πλήρη τὴν ἐπιθυμίαν. πολλὰ γάρ ἐστι τοιαῦτα τῶν ἀποβαινόντων, δι᾽ προΐενται τὸ ζῆν, οἷον [20] νόσους περιωδυνίας χειμῶνας: ὥστε δῆλον ὅτι κἂν ἐξ ἀρχῆς αἱρετὸν ἦν, εἴ τις αἵρεσιν ἐδίδου, διά γε ταῦτα τὸ μὴ γενέσθαι. πρὸς δὲ τούτοις τίς βίος, ὃν ζῶσιν ἔτι παῖδες ὄντες; καὶ γὰρ ἐπὶ τοῦτον ἀνακάμψαι πάλιν οὐδεὶς ἂν ὑπομείνειεν εὖ φρονῶν. ἔτι δὲ πολλὰ τῶν τε μηδεμίαν ἐχόντων μὲν [25] ἡδονὴν λύπην, καὶ τῶν ἐχόντων μὲν ἡδονὴν μὴ καλὴν δέ, τοιαῦτ᾽ ἐστιν ὥστε τὸ μὴ εἶναι κρεῖττον εἶναι τοῦ ζῆν. ὅλως δ᾽ εἴ τις ἅπαντα συναγάγοι ὅσα πράττουσι μὲν καὶ πάσχουσιν ἅπαντες, ἑκόντες μέντοι μηθὲν αὐτῶν διὰ τὸ μηδ᾽ αὐτοῦ χάριν, καὶ προσθείη χρόνου πλῆθος ἀπέραντόν τι, οὐ [30] μᾶλλον ἕνεκ᾽ ἄν τις τούτων ἕλοιτο ζῆν μὴ ζῆν. ἀλλὰ μὴν οὐδὲ διὰ τὴν τῆς τροφῆς μόνον ἡδονὴν τὴν τῶν ἀφροδισίων, ἀφαιρεθεισῶν τῶν ἄλλων ἡδονῶν, ἃς τὸ γινώσκειν βλέπειν τῶν ἄλλων τις αἰσθήσεων πορίζει τοῖς ἀνθρώποις, οὐδ᾽ ἂν εἷς προτιμήσειε τὸ ζῆν, μὴ παντελῶς ὢν [35] ἀνδράποδον. δῆλον γὰρ ὅτι τῷ ταύτην ποιουμένῳ τὴν αἵρεσιν οὐθὲν ἂν διενέγκειε γενέσθαι θηρίον ἄνθρωπον: γοῦν ἐν Αἰγύπτῳ βοῦς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: