previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1215α] καὶ μάλιστα περὶ ἐπισκεπτέον εὐδαιμονίας: ἄτοπον γὰρ προσφέρειν λόγον τοῖς λόγου μηθὲν δεομένοις, ἀλλὰ πάθους): ἐπεὶ δ᾽ εἰσὶν ἀπορίαι περὶ ἑκάστην πραγματείαν οἰκεῖαι, δῆλον ὅτι καὶ περὶ [5] βίου τοῦ κρατίστου καὶ ζωῆς τῆς ἀρίστης εἰσίν. ταύτας οὖν καλῶς ἔχει τὰς δόξας ἐξετάζειν: οἱ γὰρ τῶν ἀμφισβητούντων ἔλεγχοι τῶν ἐναντιουμένων αὐτοῖς λόγων ἀποδείξεις εἰσίν.

ἔτι δὲ πρὸ ἔργου τὸ τὰ τοιαῦτα μὴ λανθάνειν, μάλιστα πρὸς δεῖ συντείνειν πᾶσαν σκέψιν, ἐκ τίνων ἐνδέχεται [10] μετασχεῖν τοῦ εὖ καὶ καλῶς ζῆν, εἴ τῳ μακαρίως ἐπιφθονώτερον εἰπεῖν, καὶ πρὸς τὴν ἐλπίδα τὴν περὶ ἕκαστα γενομένην ἂν τῶν ἐπιεικῶν. εἰ μὲν γὰρ ἐν τοῖς διὰ τύχην γινομένοις τοῖς διὰ φύσιν τὸ καλῶς ζῆν ἐστίν, ἀνέλπιστον ἂν εἴη πολλοῖςοὐ γάρ ἐστι δι᾽ ἐπιμελείας κτῆσις οὐδὲ ἐπ᾽ αὐτοῖς [15] οὐδὲ τῆς αὐτῶν πραγματείας): εἰ δ᾽ ἐν τῷ αὐτὸν ποιόν τινα εἶναι καὶ τὰς κατ᾽ αὐτὸν πράξεις, κοινότερον ἂν εἴη τὸ ἀγαθὸν καὶ θειότερον, κοινότερον μὲν τῷ πλείοσιν ἐνδέχεσθαι μετασχεῖν, θειότερον δὲ τῷ κεῖσθαι τὴν εὐδαιμονίαν τοῖς αὑτοὺς παρασκευάζουσι ποιούς τινας καὶ τὰς πράξεις. [20]

ἔσται δὲ φανερὰ τὰ πλεῖστα τῶν ἀμφισβητουμένων καὶ διαπορουμένων, ἂν καλῶς ὁρισθῇ τί χρὴ νομίζειν εἶναι τὴν εὐδαιμονίαν, πότερον ἐν τῷ ποιόν τινα μόνον εἶναι τὴν ψυχήν, καθάπερ τινὲς ᾠήθησαν τῶν σοφῶν καὶ πρεσβυτέρων, δεῖ μὲν καὶ ποιόν τινα ὑπάρχειν αὐτόν, μᾶλλον [25] δὲ δεῖ τὰς πράξεις εἶναι ποιὰς τινάς.

διῃρημένων δὲ τῶν βίων, καὶ τῶν μὲν οὐδ᾽ ἀμφισβητούντων τῆς τοιαύτης εὐημερίας, ἀλλ᾽ ὡς τῶν ἀναγκαίων χάριν σπουδαζομένων, οἷον τῶν περὶ τὰς τέχνας τὰς φορτικὰς καὶ τῶν περὶ χρηματισμὸν καὶ τὰς βαναύσουςλέγω δὲ φορτικὰς μὲν τὰς [30] πρὸς δόξαν πραγματευομένας μόνον, βαναύσους δὲ τὰς ἑδραίας καὶ μισθαρνικάς, χρηματιστικὰς δὲ τὰς πρὸς ἀγορὰς μὲν καὶ πράσεις καπηλικάς), τῶν δ᾽ εἰς ἀγωγὴν εὐδαιμονικὴν ταττομένων τριῶν ὄντων, τῶν καὶ πρότερον ῥηθέντων ἀγαθῶν ὡς μεγίστων τοῖς ἀνθρώποις, ἀρετῆς καὶ φρονήσεως καὶ [35] ἡδονῆς, τρεῖς ὁρῶμεν καὶ βίους ὄντας, οὓς οἱ ἐπ᾽ ἐξουσίας τυγχάνοντες προαιροῦνται ζῆν ἅπαντες, πολιτικὸν φιλόσοφον ἀπολαυστικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: