previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1348β] φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφ᾽ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι. ἀκούσαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορίσαντες ὅσα ἐκέλευσεν ἔδωκαν. δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων: οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν. λαβὼν δὲ παρ᾽ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους.

τοῖς τε πολίταις κατιδὼν οὔσας δίκας πολλὰς, καὶ μεγάλας ἐκ πολλοῦ χρόνου ἀδικίας τουτοῖς διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνῷ ὃν ἐθηκε, μηκέτι εἶναι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις. τότε δὴ παραβόλιον πολλῶν δικῶν καὶ τὰς ἐκκλήτους μετ᾽ ἐπιτιμίων ἐφ᾽ αὑτὸν ποιούμενος καὶ παρ᾽ ἑκατέρων ἀργύριον δι᾽ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα.

Κλαζομένιοι δ᾽ ἐν σιτοδείᾳ ὄντες χρημάτων τε ἀποροῦντες ἐψηφίσαντο, παρ᾽ οἷς ἔλαιόν ἐστι τῶν ἰδιωτῶν, δανεῖσαι τῇ πόλει ἐπὶ τόκῳ: γίνεται δὲ πολὺς οὗτος καρπὸς ἐν τῇ χώρᾳ αὐτῶν. [20] δανεισάντων δὲ μισθωσάμενοι πλοῖα ἀπέστειλαν εἰς τὰ ἐμπόρια, ὅθεν αὐτοῖς ἧκε σῖτος, ὑποθήκης γενομένης τῆς τοῦ ἐλαίου τιμῆς.

ὀφείλοντές στρατιώταις μισθὸν εἴκοσι τάλαντα καὶ οὐ δοῦναι δυνάμενοι τόκον ἔφερον τοῖς ἡγεμόσι τέτταρα τάλαντα τοῦ ἐνιαυτοῦ: ἐπεὶ δὲ τοῦ μὲν ἀρχαίου ἀπέκοπτον οὐθέν, ἀεὶ δὲ μάτην ἐδαπάνων, νόμισμα ἔκοψαν σιδηροῦν εἰς ἀργυρίου λόγον εἴκοσι ταλάντων, εἶτα διδόντες τοῖς εὐπορωτάτοις ἐν τῇ πόλει κατὰ λόγον ἑκάστῳ ἀργύριον παρ᾽ ἐκείνων ἔλαβον ἴσον. οἵ τε οὖν ἰδιῶται εἶχον εἰς τὰς καθ᾽ ἡμέραν χρείας ἀναλίσκειν καὶ πόλις τοῦ χρέους ἀπηλλάγη. δεύτερον δὲ ἐκ τῶν προσόδων ἐκείνοις τόν τε τόκον κατέφερον καὶ ἀεὶ διαιροῦντες ἑκάστῳ πρὸς μέρος διεδίδοσαν, τοὺς δὲ σιδηροῦς ἐκομίζοντο.

Σηλυβριανοὶ δὲ δεηθέντες χρημάτων, νόμου ὄντος αὐτοῖς σίτου μὴ ἐξάγειν ... ἐν λιμῷ γενομένοις, ἐκείνοις δὲ ὑπάρχοντος σίτου παλαιοῦ, ἐψηφίσαντο τῇ πόλει παραδοῦναι τοὺς ἰδιώτας τὸν σῖτον τῆς τεταγμένης τιμῆς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: