previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1345α] δι᾽ ἑαυτοῦ ποιεῖσθαι χρὴ τὴν ἐπιμέλειαν. καὶ τὸ τοῦ Πέρσου καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι. μὲν γὰρ ἐρωτηθεὶς τί μάλιστα ἵππον πιαίνει, “ τοῦ δεσπότου ὀφθαλμόςἔφη: δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος ἀρίστη, “τὰ τοῦ δεσπότου ἴχνηἔφη.

ἐπισκεπτέον οὖν τὰ μὲν αὐτόν, τὰ δὲ τὴν γυναῖκα, ὡς ἑκατέροις διαιρεῖται τὰ ἔργα τῆς οἰκονομίας. καὶ τοῦτο ποιητέον ἐν μικραῖς οἰκονομίαις ὀλιγάκις, ἐν δ᾽ ἐπιτροπευομέναις πολλάκις. οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτ᾽ ἐν τοῖς ἄλλοις, οὔτ᾽ ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον μὴ ἐπιμελῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.

ἐπεὶ δὲ ταῦτα καὶ καλὰ πρὸς ἀρετὴν καὶ ὠφέλιμα πρὸς οἰκονομίαν, ἐγείρεσθαι χρὴ πρότερον δεσπότας οἰκετῶν καὶ καθεύδειν ὕστερον: καὶ μηδέποτε ἀφύλακτον οἰκίαν εἶναι, ὥσπερ πόλιν: ὅσα τε δεῖ ποιεῖν μήτε νυκτὸς μήτε ἡμέρας παριέναι: τό τε διανίστασθαι νύκτωρ: τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ οἰκονομίαν καὶ φιλοσοφίαν χρήσιμον.

ἐν μὲν οὖν ταῖς μικραῖς κτήσεσιν Ἀττικὸς τρόπος τῆς διαθέσεως τῶν ἐπικαρπιῶν χρήσιμος: [20] ἐν δὲ ταῖς μεγάλαις, διαμερισθέντων καὶ τῶν πρὸς ἐνιαυτὸν καὶ τῶν κατὰ μῆνα δαπανωμένων, ὁμοίως δὲ καὶ περὶ σκευῶν χρήσεως τῶν καθ᾽ ἡμέραν καὶ τῶν ὀλιγάκις, ταῦτα παραδοτέον τοῖς ἐφεστῶσιν. ἐπὶ τούτοις καὶ τὴν ἐπίσκεψιν αὐτῶν διά τινος χρόνου ποιητέον, ἵνα μὴ λανθάνῃ τὸ σῳζόμενον καὶ τὸ ἐλλεῖπον.

οἰκίαν δὲ πρός τε τὰ κτήματα ἀποβλέποντα κατασκευαστέον καὶ πρὸς ὑγίειαν καὶ πρὸς εὐημερίαν αὐτῶν: λέγω δὲ κτήματα μέν, οἷον καρποῖς καὶ ἐσθῆτι ποία συμφέρει, καὶ τῶν καρπῶν ποία ξηροῖς καὶ ποία ὑγροῖς, καὶ τῶν ἄλλων κτημάτων ποία ἐμψύχοις καὶ ποία ἀψύχοις, καὶ δούλοις καὶ ἐλευθέροις, καὶ γυναιξὶ καὶ ἀνδράσι, καὶ ξένοις καὶ ἀστοῖς. καὶ πρὸς εὐημερίαν δὲ καὶ πρὸς ὑγίειαν δεῖ εἶναι, εὔπνουν μὲν τοῦ θέρους, εὐήλιον δὲ τοῦ χειμῶνος.

εἴη δ᾽ ἂν τοιαύτη κατάβορρος οὖσα καὶ μὴ ἰσοπλατής. δοκεῖ δὲ καὶ ἐν ταῖς μεγάλαις οἰκονομίαις χρήσιμος εἶναι θυρωρός, ὃς ἂν ἄχρηστος τῶν ἄλλων ἔργων, πρὸς τὴν σωτηρίαν τῶν εἰσφερομένων καὶ ἐκφερομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Harper's, Carthāgo
    • A Dictionary of Greek and Roman Antiquities (1890), DOMUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: