previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπειδὰν δὲ πάντα πλήρη τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ τῶν δικαστηρίων β# κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χρώματα τῶν δικαστηρίων, καὶ ἕτεροι κύβοι, ἐν οἷς ἐστιν τῶν ἀρχῶν τὰ ὀνόματα ἐπιγεγραμμένα. λαχόντες δὲ τῶν θεσμοθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύβους ἐμβάλλουσιν, μὲν τὰ χρώματα εἰς τὸ ἓν κληρωτήριον, δὲ τῶν ἀρχῶν τὰ ὀνόματα εἰς τὸ ἕτερον. δ᾽ ἂν πρώτη λάχῃ τῶν ἀρχῶν, αὕ̣τ̣η ἀναγορεύεται ὑπὸ τοῦ κήρυκος ὅτι χρήσεται τῷ πρώτῳ λα̣χόντι δικαστηρίῳ, δὲ δευτέρα τῷ δευτέρῳ, καὶ ὡσαύτως τοῖς ἄλλοις, ἵνα μηδεμία προειδῇ τίνι αὐτῶν χρήσεται, ἀλλ᾽ οἷον ἂν λάχῃ ἑκάστη, τούτῳ χρήσηται. [2] ἐπει̣δὰν δ᾽ ἔλθωσιν καὶ νενεμημένοι ἐφ᾽ ἕκαστον ὦσιν οἱ δικασταί, ἀρχὴ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει: καὶ τούτων ε# τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν. [3] οἱ δὲ ἀπολαχόντες πέντε παρὰ τούτων ἀπολαμβάνουσι τὸ πρόγραμμα, καθ᾽ ὅτι τὸν μισθὸν λήψονται καὶ ὅπου ἕκασται αἱ φυλαὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ, ἐπειδὰν δικάσωσιν, ὅπως, δ̣ιαστά̣ν̣τες ἕκαστοι, κατ᾽ ὀλίγους λάβωσι καὶ μὴ πολλοὶ εἰς ταὐτὸ συνκλεισθέντες ἀλλήλοις ἐνοχλῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: