Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδ᾽ ἀναισχυντεῖ; Μνησίλοχος
κοὔπω μέντοι γε πέπαυμαι. Χορός
710ἀλλ᾽ οὖν ἥκεις γ᾽ ὅθεν οὐ φαύλως γ᾽
ἀποδρὰς λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν. Μνησίλοχος
τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι. Χορός
715τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις; Μνησίλοχος
μάτην λαλεῖτε: τὴν δ᾽ ἐγὼ οὐκ ἀφήσω. Χορός
ἀλλ᾽ οὐ μὰ τὼ θεὼ τάχ᾽ οὐ χαίρων ἴσως
720ἐνυβριεῖς λόγους λέξεις τ᾽ ἀνοσίους
ἐπ᾽ ἀθέοις ἔργοις:
καὶ γὰρ ἀνταμειψόμεσθά σ᾽ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
τάχα δὲ μεταβαλοῦσ᾽ ἐπὶ κακὸν ἑτερότροπον
725ἐπέχει τύχη.
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σ᾽ ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ᾽ ὅσον τάχος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.