previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆς

700τί δαί; Κρατῖνος σοφὸς ἔστιν;

Τρυγαῖος
ἀπέθανεν
ὅθ᾽ οἱ Λάκωνες ἐνέβαλον.

Ἑρμῆς
τί παθών;

Τρυγαῖος
τι;
ὼρακιάσας: οὐ γὰρ ἐξηνέσχετο
ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
χἄτερα πόσ᾽ ἄττ᾽ οἴει γεγενῆσθ᾽ ἐν τῇ πόλει;
705ὥστ᾽ οὐδέποτ᾽ δέσποιν᾽ ἀφησόμεσθά σου.

Ἑρμῆς

ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
γυναῖκα σαυτῷ τήνδε: κᾆτ᾽ ἐν τοῖς ἀγροῖς
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.

Τρυγαῖος

φιλτάτη δεῦρ᾽ ἐλθὲ καὶ δός μοι κύσαι.
710ἆρ᾽ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
δέσποθ᾽ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;

Ἑρμῆς

οὐκ εἴ γε κυκεῶν᾽ ἐπιπίοις βληχωνίαν.
ἀλλ᾽ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ᾽ ἦν.

Τρυγαῖος

715 μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
ἀλλ᾽ φίλ᾽ Ἑρμῆ χαῖρε πολλά.

Ἑρμῆς
:καὶ σύ γε
ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.

Τρυγαῖος

720 κάνθαρ᾽ οἴκαδ᾽ οἴκαδ᾽ ἀποπετώμεθα.

Ἑρμῆς

οὐκ ἐνθάδ᾽ τᾶν ἔστι.

Τρυγαῖος
ποῖ γὰρ οἴχεται;

Ἑρμῆς

ὑφ᾽ ἅρματ᾽ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

Τρυγαῖος

πόθεν οὖν τλήμων ἐνθάδ᾽ ἕξει σιτία;

Ἑρμῆς

τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.

Τρυγαῖος

725πῶς δῆτ᾽ ἐγὼ καταβήσομαι;

Ἑρμῆς
θάρρει, καλῶς:
τῃδὶ παρ᾽ αὐτὴν τὴν θεόν.

Τρυγαῖος
δεῦρ᾽ κόραι
ἕπεσθον ἅμ᾽ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
ποθοῦντες ὑμᾶς ἀναμένουσ᾽ ἐστυκότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: