Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τρυγαῖος
ὦ Λάμαχ᾽ ἀδικεῖς ἐμποδὼν καθήμενος.
οὐδὲν δεόμεθ᾽ ὦνθρωπε τῆς σῆς μορμόνος. Ἑρμῆς
475οὐδ᾽ οἵδε γ᾽ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
ἀλλ᾽ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα. Τρυγαῖος
ἀλλ᾽ οἱ Λάκωνες ὦγάθ᾽ ἕλκουσ᾽ ἀνδρικῶς. Χορός
ἆρ᾽ οἶσθ᾽ ὅσοι γ᾽ αὐτῶν ἔχονται τοῦ ξύλου,
480μόνοι προθυμοῦντ᾽: ἀλλ᾽ ὁ χαλκεὺς οὐκ ἐᾷ. Ἑρμῆς
οὐδ᾽ οἱ Μεγαρῆς δρῶσ᾽ οὐδέν: ἕλκουσιν δ᾽ ὅμως
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί᾽ ἐξολωλότες. Τρυγαῖος
οὐδὲν ποιοῦμεν ὦνδρες: ἀλλ ὁμοθυμαδὸν
485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.