previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἔστι τι τῶνδ᾽ ἐτύμως; εἴπ᾽ πάτερ, εἴ τι φιλεῖς με.

Τρυγαῖος

δοξάσαι ἔστι κόραι, τὸ δ᾽ ἐτήτυμον ἄχθομαι ὑμῖν,
120ἡνίκ᾽ ἂν αἰτίζητ᾽ ἄρτον πάππαν με καλοῦσαι,
ἔνδον δ᾽ ἀργυρίου μηδὲ ψακὰς πάνυ πάμπαν.
ἢν δ᾽ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ᾽ ἐν ὥρᾳ
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρ᾽ αὐτῇ.


Παιδίον

καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.

Τρυγαῖος

πτηνὸς πορεύσει πῶλος: οὐ ναυσθλώσομαι.

Παιδίον

τίς δ᾽ 'πίνοιά σοὐστὶν ὥστε κάνθαρον
ζεύξαντ᾽ ἐλαύνειν ἐς θεοὺς παππία;

Τρυγαῖος

ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.

Παιδίον

ἄπιστον εἶπας μῦθον πάτερ πάτερ,
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.

Τρυγαῖος

ἦλθεν κατ᾽ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
ᾤ᾽ ἐκκυλίνδων κἀντιτιμωρούμενος.

Παιδίον

135οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.

Τρυγαῖος

ἀλλ᾽ μέλ᾽ ἄν μοι σιτίων διπλῶν ἔδει:
νῦν δ᾽ ἃττ᾽ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.

Παιδίον

140τί δ᾽ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;

Τρυγαῖος

ἐπίτηδες εἶχον πηδάλιον, χρήσομαι:
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.

Παιδίον

λιμὴν δὲ τίς σε δέξεται φορούμενον;

Τρυγαῖος

145ἐν Πειραιεῖ δήπου 'στὶ Κανθάρου λιμήν.

Παιδίον

ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.

Τρυγαῖος

ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλὰ χαίρετε.
150ὑμεῖς δέ γ᾽, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
μὴ βδεῖτε μηδὲ χέζεθ᾽ ἡμερῶν τριῶν:
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
κατωκάρα ῥίψας με βουκολήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: