Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
σέ τοι θύρασι χρὴ ... μένοντα τοίνυν
σχίζας δευρὶ τιθέναι ταχέως
1025τά τε πρόσφορα πάντ᾽ ἐπὶ τούτοις. Τρυγαῖος
οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι; Χορός
πῶς δ᾽ οὐχί; τί γάρ σε πέφευγ᾽
ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ᾽ οὐ
σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
1030τόν γε σοφῇ δόκιμον
φρενὶ πορίμῳ τε τόλμῃ; Τρυγαῖος
ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει. Χορός
τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
ἄνδρα τοιοῦτον, ὅστις
1035πόλλ᾽ ἀνατλὰς ἔσωσε
τὴν ἱερὰν πόλιν;
ὥστ᾽ οὐχὶ μὴ παύσῃ ποτ᾽ ὢν
ζηλωτὸς ἅπασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.