previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κῆρυξ Λακεδαιμονίων

980πᾷ τᾶν Ἀσανᾶν ἐστιν γερωχία
τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.

Κινησίας

σὺ δ᾽ εἶ πότερον ἄνθρωπος κονίσαλος;

Κῆρυξ Λακεδαιμονίων

κᾶρυξ ἐγὼν κυρσάνιε ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.

Κινησίας

985κἄπειτα δόρυ δῆθ᾽ ὑπὸ μάλης ἥκεις ἔχων;

Κῆρυξ Λακεδαιμονίων

οὐ τὸν Δί᾽ οὐκ ἐγών γα.

Κινησίας
ποῖ μεταστρέφει;
τί δὴ προβάλλει τὴν χλαμύδ᾽; βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ;

Κῆρυξ Λακεδαιμονίων
παλαιόρ γα ναὶ τὸν Κάστορα
ὥνθρωπος.

Κινησίας
ἀλλ᾽ ἔστυκας μιαρώτατε.

Κῆρυξ Λακεδαιμονίων

990οὐ τὸν Δί᾽ οὐκ ἐγών γα: μηδ᾽ αὖ πλαδδίη.

Κινησίας

τί δ᾽ ἐστί σοι τοδί;

Κῆρυξ Λακεδαιμονίων
σκυτάλα Λακωνικά.

Κινησίας

εἴπερ γε χαὔτη 'στὶ σκυτάλη Λακωνική.
ἀλλ᾽ ὡς πρὸς εἰδότ᾽ ἐμὲ σὺ τἀληθῆ λέγε.
τί τὰ πράγμαθ᾽ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;

Κῆρυξ Λακεδαιμονίων

995ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
ἅπαντες ἐστύκαντι: Πελλάνας δὲ δεῖ.

Κινησίας

ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
ἀπὸ Πανός;

Κῆρυξ Λακεδαιμονίων
οὔκ, ἀλλ᾽ ἆρχεν οἰῶ Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
1000γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.

Κινησίας

πῶς οὖν ἔχετε;

Κῆρυξ Λακεδαιμονίων
μογίομες. ἂν γὰρ τὰν πόλιν
ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
1005ἐῶντι, πρίν γ᾽ ἅπαντες ἐξ ἑνὸς λόγω
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.

Κινησίας

τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν: ἄρτι νυνὶ μανθάνω.
ἀλλ᾽ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
1010αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
ἐγὼ δ᾽ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.

Κῆρυξ Λακεδαιμονίων

ποτάομαι: κράτιστα γὰρ παντᾷ λέγεις.

load focus English (Jack Lindsay)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: