Κινησίας
915εἰς ἐμὲ τράποιτο: μηδὲν ὅρκου φροντίσῃς.
Μυρρίνη
φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
Κινησίας
μηδαμῶς.
ἀρκεῖ χαμαὶ νῷν.
Μυρρίνη
μὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼ
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
Κινησίας
ἥ τοι γυνὴ φιλεῖ με, δήλη 'στὶν καλῶς.
Μυρρίνη
920ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ 'κδύομαι.
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα.
Κινησίας
ποία ψίαθος; μὴ μοί γε.
Μυρρίνη
νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησίας
δός μοί νυν κύσαι.
Μυρρίνη
ἰδού.
Κινησίας
παπαιάξ: ἧκέ νυν ταχέως πάνυ.
Μυρρίνη
925ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ 'κδύομαι.
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησίας
ἀλλ᾽ οὐδὲ δέομ᾽ ἔγωγε.
Μυρρίνη
νὴ Δί᾽ ἀλλ᾽ ἐγώ.
Κινησίας
ἀλλ᾽ ἢ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται.
Μυρρίνη
ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω.
Κινησίας
930ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον.
Μυρρίνη
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν:
μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας
νὴ Δί᾽ ἀπολοίμην ἆρα.
Μυρρίνη
σισύραν οὐκ ἔχεις.
Κινησίας
μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρίνη
935ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι.
Κινησίας
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη
ἔπαιρε σαυτόν.
Κινησίας
ἀλλ᾽ ἐπῆρται τοῦτό γε.
Μυρρίνη
βούλει μυρίσω σε;
Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρίνη
νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή.
Κινησίας
940εἴθ᾽ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.
Μυρρίνη
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
Κινησίας
οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρίνη
τάλαιν᾽ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησίας
945ἀγαθόν: ἔα αὔτ᾽ ὦ δαιμονία.
Μυρρίνη
ληρεῖς ἔχων.
Κινησίας
κάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον.
Μυρρίνη
λαβὲ τόνδε τὸν ἀλάβαστον.
Κινησίας
ἀλλ᾽ ἕτερον ἔχω.
ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
μηδέν.
Μυρρίνη
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως ὦ φίλτατε
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
Κινησίας
βουλεύσομαι.
ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics