Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορὸς γερόντων
μῦθον βούλομαι λέξαι τιν᾽ ὑμῖν, ὅν ποτ᾽ ἤκουσ᾽
αὐτὸς ἔτι παῖς ὤν.
785οὕτως ἦν νεανίσκος Μελανίων τις,
ὃς φεύγων γάμον ἀφίκετ᾽ ἐς ἐρημίαν,
κἀν τοῖς ὄρεσιν ᾤκει:
κᾆτ᾽ ἐλαγοθήρει
790πλεξάμενος ἄρκυς,
καὶ κύνα τιν᾽ εἶχεν,
κοὐκέτι κατῆλθε πάλιν οἴκαδ᾽ ὑπὸ μίσους.
οὕτω τὰς γυναῖκας ἐβδελύχθη
795'κεῖνος, ἡμεῖς τ᾽ οὐδὲν ἧττον
τοῦ Μελανίωνος οἱ σώφρονες. γέρων
βούλομαί σε γραῦ κύσαι— Γυνή
κρόμμυόν τἄρ᾽ οὐκ ἔδει. γέρων
κἀνατείνας λακτίσαι. Γυνή
800τὴν λόχμην πολλὴν φορεῖς. Χορὸς γερόντων
καὶ Μυρωνίδης γὰρ ἦν
τραχὺς ἐντεῦθεν μελάμπυγός
τε τοῖς ἐχθροῖς ἅπασιν,
ὥς δὲ καὶ Φορμίων.