previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυσιστράτη

μὰ τὴν Ἀφροδίτην οὐ σύ γ᾽, ἀλλ᾽ χαλκίον
750ἔχειν τι φαίνει κοῖλον: εἴσομαι δ᾽ ἐγώ.
καταγέλαστ᾽ ἔχουσα τὴν ἱερὰν κυνῆν
κυεῖν ἔφασκες;

Γυνὴ Γ
καὶ κυῶ γε νὴ Δία.

Λυσιστράτη

τί δῆτα ταύτην εἶχες;

Γυνὴ Γ
ἵνα μ᾽ εἰ καταλάβοι
τόκος ἔτ᾽ ἐν πόλει, τέκοιμ᾽ ἐς τὴν κυνῆν
755ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.

Λυσιστράτη

τί λέγεις; προφασίζει: περιφανῆ τὰ πράγματα.
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;

Γυνὴ Γ

ἀλλ᾽ οὐ δύναμαι 'γωγ᾽ οὐδὲ κοιμᾶσθ᾽ ἐν πόλει,
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.

Γυνὴ Δ

760ἐγὼ δ᾽ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν᾽ ἀπόλλυμαι
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.

Λυσιστράτη

δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
ποθεῖτ᾽ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ᾽ οὐκ οἴει
ποθεῖν ἐκείνους; ἀργαλέας γ᾽ εὖ οἶδ᾽ ὅτι
765ἄγουσι νύκτας. ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθαί,
καὶ προσταλαιπωρήσατ᾽ ἔτ᾽ ὀλίγον χρόνον,
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
μὴ στασιάσωμεν: ἔστι δ᾽ χρησμὸς οὑτοσί.

Γυνὴ Α

λέγ᾽ αὐτὸν ἡμῖν τι λέγει.

Λυσιστράτη
σιγᾶτε δή.
770ἀλλ᾽ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
παῦλα κακῶν ἔσται, τὰ δ᾽ ὑπέρτερα νέρτερα θήσει
Ζεὺς ὑψιβρεμέτης

Γυνὴ Β
ἐπάνω κατακεισόμεθ᾽ ἡμεῖς;

Λυσιστράτη

ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
ὄρνεον οὐδ᾽ ὁτιοῦν καταπυγωνέστερον εἶναι.

Γυνὴ Α

σαφής γ᾽ χρησμὸς νὴ Δί᾽.

Λυσιστράτη
πάντες θεοί,
μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
ἀλλ᾽ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
780 φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.

load focus English (Jack Lindsay)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: