previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορὸς Γυναικῶν

ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

Λυσιστράτη

κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποιεῖ μ᾽ ἄθυμον περιπατεῖν τ᾽ ἄνω κάτω.

Χορὸς Γυναικῶν

710τί φῄς; τί φῄς;

Λυσιστράτη

ἀληθῆ, ἀληθῆ.

Χορὸς Γυναικῶν

τί δ᾽ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.

Λυσιστράτη

ἀλλ᾽ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

Χορὸς Γυναικῶν

μή νύν με κρύψῃς τι πεπόνθαμεν κακόν.

Λυσιστράτη

715βινητιῶμεν, βράχιστον τοῦ λόγου.

Χορὸς Γυναικῶν

ἰὼ Ζεῦ.

Λυσιστράτη

τί Ζῆν᾽ ἀυτεῖς; ταῦτα δ᾽ οὖν οὕτως ἔχει.
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τ᾽ ἀπὸ τῶν ἀνδρῶν: διαδιδράσκουσι γάρ.
720τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
κατέλαβον τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δ᾽ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δ᾽ αὐτομολοῦσαν, τὴν δ᾽ ἐπὶ στρούθουμίαν
ἤδη πέτεσθαι διανοουμένην κάτω
725ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
πάσας τε προφάσεις ὥστ᾽ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
αὕτη σὺ ποῖ θεῖς;

Γυνὴ Α.
οἴκαδ᾽ ἐλθεῖν βούλομαι.
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730ὑπὸ τῶν σέων κατακοπτόμενα.

Λυσιστράτη
ποίων σέων;
οὐκ εἶ πάλιν;

Γυνὴ Α.
ἀλλ᾽ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασ᾽ ἐπὶ τῆς κλίνης μόνον.

Λυσιστράτη

μὴ διαπετάννυ, μηδ᾽ ἀπέλθῃς μηδαμῇ.

Γυνὴ Α.

ἀλλ᾽ ἐῶ 'πολέσθαι τἄρι᾽;

Λυσιστράτη
ἢν τούτου δέῃ.

Γυνὴ Β.

735τάλαιν᾽ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
ἣν ἄλοπον οἴκοι καταλέλοιφ᾽.

Λυσιστράτη
αὕθἠτέρα
ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
χώρει πάλιν δεῦρ᾽.

Γυνὴ Β.
ἀλλὰ νὴ τὴν Φωσφόρον
ἔγωγ᾽ ἀποδείρασ᾽ αὐτίκα μάλ᾽ ἀνέρχομαι.

Λυσιστράτη

740μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.

Γυνὴ Γ

πότνι᾽ Εἰλείθυι᾽ ἐπίσχες τοῦ τόκου,
ἕως ἂν εἰς ὅσιον μόλω 'γὼ χωρίον.

Λυσιστράτη

τί ταῦτα ληρεῖς;

Γυνὴ Γ
αὐτίκα μάλα τέξομαι.

Λυσιστράτη

745ἀλλ᾽ οὐκ ἐκύεις σύ γ᾽ ἐχθές.

Γυνὴ Γ
ἀλλὰ τήμερον.
ἀλλ᾽ οἴκαδέ μ᾽ ὡς τὴν μαῖαν Λυσιστράτη
ἀπόπεμψον ὡς τάχιστα.

Λυσιστράτη
τίνα λόγον λέγεις;
τί τοῦτ᾽ ἔχεις τὸ σκληρόν;

Γυνὴ Γ
ἄρρεν παιδίον.

load focus English (Jack Lindsay)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: