Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορὸς γερόντων
οὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος,
615ἀλλ᾽ ἐπαποδυώμεθ᾽ ἄνδρες τουτῳὶ τῷ πράγματι.
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
Χορὸς γερόντων
πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος:
620καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν,
625ἔνθεν ἔζων ἐγώ.