previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πρόβουλος

καὶ μὴν αὐτῶν τοῦτ᾽ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.

Λυσιστράτη

ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι᾽ αὐτό.

Πρόβουλος

διὰ τἀργύριον πολεμοῦμεν γάρ;

Λυσιστράτη
καὶ τἄλλα γε πάντ᾽ ἐκυκήθη.
490ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ᾽ οὖν τοῦδ᾽ οὕνεκα δρώντων
τι βούλονται: τὸ γὰρ ἀργύριον τοῦτ᾽ οὐκέτι μὴ καθέλωσιν.

Πρόβουλος

ἀλλὰ τί δράσεις;

Λυσιστράτη
τοῦτό μ᾽ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.

Πρόβουλος

ὑμεῖς ταμιεύσετε τἀργύριον;

Λυσιστράτη
τί δὲ δεινὸν τοῦτο νομίζεις;
495οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;

Πρόβουλος

ἀλλ᾽ οὐ ταὐτόν.

Λυσιστράτη
πῶς οὐ ταὐτόν;

Πρόβουλος
πολεμητέον ἔστ᾽ ἀπὸ τούτου.

Λυσιστράτη

ἀλλ᾽ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.

Πρόβουλος
πῶς γὰρ σωθησόμεθ᾽ ἄλλως;

Λυσιστράτη

ἡμεῖς ὑμᾶς σώσομεν.

Πρόβουλος
ὑμεῖς;

Λυσιστράτη
ἡμεῖς μέντοι.

Πρόβουλος
σχέτλιόν γε.

Λυσιστράτη

ὡς σωθήσει, κἂν μὴ βούλῃ.

Πρόβουλος
δεινόν γε λέγεις.

Λυσιστράτη
ἀγανακτεῖς.
500ἀλλὰ ποιητέα ταῦτ᾽ ἐστὶν ὅμως.

Πρόβουλος
νὴ τὴν Δήμητρ᾽ ἄδικόν γε.

Λυσιστράτη

σωστέον τᾶν.

Πρόβουλος
κεἰ μὴ δέομαι;

Λυσιστράτη
τοῦδ᾽ οὕνεκα καὶ πολὺ μᾶλλον.

Πρόβουλος

ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ᾽ εἰρήνης ἐμέλησεν;

Λυσιστράτη

ἡμεῖς φράσομεν.

Πρόβουλος
λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,

Λυσιστράτη
ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.

Πρόβουλος
ἀλλ᾽ οὐ δύναμαι: χαλεπὸν γὰρ
505ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.

Γυνὴ Α.
κλαύσει τοίνυν πολὺ μᾶλλον.

Πρόβουλος

τοῦτο μὲν γραῦ σαυτῇ κρώξαις: σὺ δέ μοι λέγε.

Λυσιστράτη
ταῦτα ποιήσω.
ἡμεῖς τὸν μὲν πρότερον πόλεμονκαὶ τὸν χρόνον ἠνεσχόμεθα
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ᾽ ἐποιεῖτε.
οὐ γὰρ γρύζειν εἰᾶθ᾽ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ᾽ ἡμᾶς.
510ἀλλ᾽ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα:
εἶτ᾽ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ᾽ ἂν γελάσασαι,
τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερονὑμῖν;’ ‘τίδὲ σοὶ ταῦτ᾽;’ δ᾽ ὃς ἂν ἁνήρ.
515οὐ σιγήσει;’ κἀγὼ ἐσίγων.

Γυνὴ Β.
ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων.

Πρόβουλος

κἂν ᾤμωζές γ᾽, εἰ μὴ 'σίγας.

Λυσιστράτη
τοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων.
... ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν:
εἶτ᾽ ἠρόμεθ᾽ ἄν: ‘πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;’
δέ μ᾽ εὐθὺς ὑποβλέψας ἂν ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω,
520ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν: ‘πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.’

Πρόβουλος

ὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος.

Λυσιστράτη
πῶς ὀρθῶς κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;’ ‘μὰ Δί᾽ οὐ δῆτ᾽,’ εἶφ᾽ ἕτερός τις:
525μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαι
κἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.

Πρόβουλος

ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.

Λυσιστράτη
σιώπα.

Πρόβουλος

530σοί γ᾽ κατάρατε σιωπῶ 'γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.

load focus English (Jack Lindsay)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: