Γυνὴ Β
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος
445τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος
οἴμοι κακοδαίμων: ἐπιλέλοιφ᾽ ὁ τοξότης.
450ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέα
ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.
Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθ᾽ ἄρα
ὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος
455ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
Λυσιστράτη
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε;
460οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε;
παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος
οἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
465χολὴν ἐνεῖναι;
Πρόβουλος
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics