previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πρόβουλος

ἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390οὗ 'γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
ἔλεγε δ᾽ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, γυνὴ δ᾽ ὀρχουμένη
αἰαῖ Ἄδωνινφησίν, δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων:
395 δ᾽ ὑποπεπωκυῖ᾽ γυνὴ 'πὶ τοῦ τέγους
κόπτεσθ᾽ Ἄδωνινφησίν: δ᾽ ἐβιάζετο
θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾁσματα.

Χορὸς γερόντων

τί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν;
400αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδων
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.

Πρόβουλος

νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί:
χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410 βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα:
σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.’
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν:
σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθ᾽ ἁπαλὸν ὄν: τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.’
420τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα,
ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
425ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
τί κέχηνας δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλ᾽ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ
430ξυνεκμοχλεύσω.

Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε:
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον νοῦ καὶ φρενῶν.

Πρόβουλος

ἄληθες μιαρὰ σύ; ποῦ 'σθ᾽ τοξότης;
ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.

Λυσιστράτη

435εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.

Πρόβουλος

ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;

Γυνὴ Α

εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.

Πρόβουλος

ἰδού γ᾽ἐπιχεσεῖ. ποῦ 'στιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.

load focus English (Jack Lindsay)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: