Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πρόβουλος
ἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390οὗ 'γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
ἔλεγε δ᾽ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ᾽ ὀρχουμένη
‘αἰαῖ Ἄδωνιν’ φησίν, ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων:
395ἡ δ᾽ ὑποπεπωκυῖ᾽ ἡ γυνὴ 'πὶ τοῦ τέγους
‘κόπτεσθ᾽ Ἄδωνιν’ φησίν: ὁ δ᾽ ἐβιάζετο
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾁσματα. Χορὸς γερόντων
τί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν;
400αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδων
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. Πρόβουλος
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί:
‘ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα:
σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.’
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν:
‘ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθ᾽ ἁπαλὸν ὄν: τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.’
420τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα,
ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
425ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
τί κέχηνας ὦ δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλ᾽ ἢ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ
430ξυνεκμοχλεύσω. Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε:
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. Πρόβουλος
ἄληθες ὦ μιαρὰ σύ; ποῦ 'σθ᾽ ὁ τοξότης;
ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. Λυσιστράτη
435εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. Πρόβουλος
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον; Γυνὴ Α
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. Πρόβουλος
ἰδού γ᾽ἐπιχεσεῖ. ποῦ 'στιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.