Μυρρίνη
130μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη
ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονίκη
ἄλλ᾽ ἄλλ᾽ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους.
135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη
τί δαὶ σύ;
Ἄλλη
κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη
ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλ᾽ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ἄν,
ξυμψήφισαί μοι.
Λαμπιτώ
χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ.
Λυσιστράτη
145ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονίκη
εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις,
ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτ᾽ ἂν εἰρήνη;
Λυσιστράτη
πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι.
Λαμπιτώ
155ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος.
Καλονίκη
τί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς ὦ μέλε;
Λυσιστράτη
τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονίκη
φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς;
Λυσιστράτη
ἀντέχου σὺ τῶν θυρῶν.
Καλονίκη
ἐὰν δὲ τύπτωσιν;
Λυσιστράτη
παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονίκη
εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ
καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν:
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη
ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν.
Λαμπιτώ
οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics