Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀθηναῖος
1295πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
Χορὸς Λακεδαιμονίων
Ταΰγετον αὖτ᾽ ἐραννὸν ἐκλιπῶα
Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
κλέωα τὸν Ἀμύκλαις σιὸν
1300καὶ χαλκίοικον Ἀσάναν,
Τυνδαρίδας τ᾽ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
εἶα μάλ᾽ ἔμβη
ὢ εἶα κοῦφα πάλλων,
1305ὡς Σπάρταν ὑμνίωμες,
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
ᾇ τε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρωταν
1310ἀμπάλλοντι πυκνὰ ποδοῖν
ἀγκονίωαι,
ταὶ δὲ κόμαι σείονθ᾽ ᾇπερ Βακχᾶν
θυρσαδδωᾶν καὶ παιδδωᾶν.
ἁγεῖται δ᾽ ἁ Λήδας παῖς
1315ἁγνὰ χοραγὸς εὐπρεπής.
ἀλλ᾽ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη
ᾇ τις ἔλαφος: κρότον δ᾽ ἁμᾷ ποίει χορωφελήταν.
1320καὶ τὰν σιὰν δ᾽ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.