previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

ἡνίχ᾽ ἡμεῖς δεῦρ᾽ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
σελήνη συντυχοῦσ᾽ ἡμῖν ἐπέστειλεν φράσαι,
πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις:
610εἶτα θυμαίνειν ἔφασκε: δεινὰ γὰρ πεπονθέναι
ὠφελοῦσ᾽ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ᾽ ἐμφανῶς.
πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ᾽ οὐκ ἔλαττον δραχμήν,
ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,
μὴ πρίῃ παῖ δᾷδ᾽, ἐπειδὴ φῶς σεληναίας καλόν.’
615ἄλλα τ᾽ εὖ δρᾶν φησιν, ὑμᾶς δ᾽ οὐκ ἄγειν τὰς ἡμέρας
οὐδὲν ὀρθῶς, ἀλλ᾽ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν:
ὥστ᾽ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε
ἡνίκ᾽ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,
τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
620κᾆθ᾽ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε:
πολλάκις δ᾽ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
ἡνίκ᾽ ἂν πενθῶμεν τὸν Μέμνον᾽ Σαρπηδόνα,
σπένδεθ᾽ ὑμεῖς καὶ γελᾶτ᾽: ἀνθ᾽ ὧν λαχὼν Ὑπέρβολος
τῆτες ἱερομνημονεῖν, κἄπειθ᾽ ὑφ᾽ ἡμῶν τῶν θεῶν
625τὸν στέφανον ἀφῃρέθη: μᾶλλον γὰρ οὕτως εἴσεται
κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: