previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης

πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
εἶθ᾽ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθ᾽ ἕνη τε καὶ νέα.
1135πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,
θείς μοι πρυτανεῖ᾽ ἀπολεῖν μέ φησι κἀξολεῖν,
κἀμοῦ μέτριά τε καὶ δίκαι᾽ αἰτουμένου,
δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δ᾽ ἀναβαλοῦ μοι, τὸ δ᾽ ἄφες’, οὔ φασίν ποτε
1140οὕτως ἀπολήψεσθ᾽, ἀλλὰ λοιδοροῦσί με
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
νῦν οὖν δικαζέσθων: ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
τάχα δ᾽ εἴσομαι κόψας τὸ φροντιστήριον.
1145παῖ, ἠμί, παῖ παῖ.

Σωκράτης
Στρεψιάδην ἀσπάζομαι.

Στρεψιάδης

κἄγωγέ σ᾽: ἀλλὰ τουτονὶ πρῶτον λαβέ:
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον εἴφ᾽ ὃν ἀρτίως εἰσήγαγες.

Σωκράτης

1150μεμάθηκεν.

Στρεψιάδης
εὖ γ᾽ παμβασίλει᾽ Ἀπαιόλη.

Σωκράτης

ὥστ᾽ ἀποφύγοις ἂν ἥντιν᾽ ἂν βούλῃ δίκην.

Στρεψιάδης

κεἰ μάρτυρες παρῆσαν, ὅτ᾽ ἐδανειζόμην;

Σωκράτης

πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: