previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

προσίτω Θέωρος παρὰ Σιτάλκους.

Θέωρος
ὁδί.

Δικαιόπολις

135ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.

Θέωρος

χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν

Δικαιόπολις

μὰ Δί᾽ οὐκ ἄν, εἰ μισθόν γε μὴ 'φερες πολύν.

Θέωρος

εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
καὶ τοὺς ποταμοὺς ἔπηξ᾽, ὑπ᾽ αὐτὸν τὸν χρόνον,
140ὅτ᾽ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον:
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
ὑμῶν τ᾽ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
ἐν τοῖσι τοίχοις ἔγραφ᾽, Ἀθηναῖοι καλοί.
145 δ᾽ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
καὶ τὸν πατέρ᾽ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ:
δ᾽ ὤμοσε σπένδων βοηθήσειν ἔχων
στρατιὰν τοσαύτην ὥστ᾽ Ἀθηναίους ἐρεῖν,
150ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.

Δικαιόπολις

κάκιστ᾽ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

Θέωρος

καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
ἔπεμψεν ὑμῖν.

Δικαιόπολις
τοῦτο μέν γ᾽ ἤδη σαφές.

Κῆρυξ

155οἱ Θρᾷκες ἴτε δεῦρ᾽, οὓς Θέωρος ἤγαγεν.

Δικαιόπολις

τουτὶ τί ἐστι τὸ κακόν;

Θέωρος
Ὀδομάντων στρατός.

Δικαιόπολις

ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

Θέωρος

τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.

Δικαιόπολις

τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
ὑποστένοι μέντἂν θρανίτης λεὼς
σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
οὐ καταβαλεῖτε τὰ σκόροδ᾽;

Θέωρος
μόχθηρε σὺ
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

Δικαιόπολις

ταυτὶ περιείδεθ᾽ οἱ πρυτάνεις πάσχοντά με
ἐν τῇ πατρίδι καὶ ταῦθ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων;
ἀλλ᾽ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
170τοῖς Θρᾳξὶ περὶ μισθοῦ: λέγω δ᾽ ὑμῖν ὅτι
διοσημία 'στὶ καὶ ῥανὶς βέβληκέ με.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: