previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Γεωργός
οἴμοι τάλας.

Δικαιόπολις
Ἡράκλεις τίς οὑτοσί;

Γεωργός

ἀνὴρ κακοδαίμων.

Δικαιόπολις
κατὰ σεαυτόν νυν τρέπου.

Γεωργός

1020 φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
μέτρησον εἰρήνης τί μοι, κἂν πέντ᾽ ἔτη.

Δικαιόπολις

τί δ᾽ ἔπαθες;

Γεωργός
ἐπετρίβην ἀπολέσας τὼ βόε.

Δικαιόπολις

πόθεν;

Γεωργός
ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

Δικαιόπολις

τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;

Γεωργός

1025καὶ ταῦτα μέντοι νὴ Δί᾽ ὥπερ μ᾽ ἐτρεφέτην
ἐν πᾶσι βολίτοις.

Δικαιόπολις
εἶτα νυνὶ τοῦ δέει;

Γεωργός

ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
ἀλλ᾽ εἴ τι κήδει Δερκέτου Φυλασίου,
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

Δικαιόπολις

1030ἀλλ᾽ πόνηρ᾽ οὐ δημοσιεύων τυγχάνω.

Γεωργός

ἴθ᾽ ἀντιβολῶ σ᾽, ἤν πως κομίσωμαι τὼ βόε.

Δικαιόπολις

οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

Γεωργός

σὺ δ᾽ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

Δικαιόπολις

1035οὐδ᾽ ἂν στριβιλικίγξ: ἀλλ᾽ ἀπιὼν οἴμωζέ ποι.

Γεωργός

οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: