Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[91]
καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ1 ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη2 τοῦ3 μὴ δικαίως ἀπολέσαι: τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. ἐν ᾧ χρὴ πολλὴν πρόνοιαν ἔχειν, μέλλοντας ἀνήκεστον4 ἔργον ἐργάζεσθαι. ἐν μὲν γὰρ ἀκεστῷ5 πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους6 ἔλαττόν ἐστιν ἐξαμαρτεῖν: μεταγνοὺς γάρ <τις>7 ἔτι ἂν ὀρθῶς βουλεύσαιτο: ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. ἤδη δέ τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. καίτοι ὅπου8 ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, ἦ9 καὶ πάνυ τοι χρῆν10 τούς γε ἐξαπατῶντας ἀπολωλέναι.
1 τι, τὸ Maetzner: ἐπὶ τῷ codd.: τι ἁμαρτεῖν τὸ Stobaeus, qui verba εἰ δέοι ... ἀσέβημα, memoriter fortasse, sic affert, Flor. xlvi 19:εἰ δέοι τι ἁμαρτεῖν, τὸ ἀαδ. ἀπολῦσαι ὁσιώτερον τοῦ ἀδίκως ἀπολέσαι: τὸ μὲν γὰρ ἁμ. ἐστι, τὸ δὲ ἀδίκως ἀποκτεῖναι ἀσεβῆμα.
2 ἂν εἴη Dobree: ἂν ἦ codd.: om. Stobaeus.
4 ἀνήκεστον Stephanus: ἀνηκέστερον codd.
5 ἀκεστῷ Stephanus: ἑκάστῳ codd.