Μάρτυρες
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83]
ἐμοὶ τοίνυν ἐν πᾶσι τούτοις τὰ ἐναντία ἐγένετο. τοῦτο μὲν γὰρ ὅσοις συνέπλευσα, καλλίστοις ἐχρήσαντο πλοῖς: τοῦτο δὲ ὅπου ἱεροῖς παρέστην, οὐκ ἔστιν ὅπου οὐχὶ κάλλιστα τὰ ἱερὰ ἐγένετο. ἃ ἐγὼ ἀξιῶ μεγάλα μοι τεκμήρια εἶναι τῆς αἰτίας, ὅτι οὐκ ἀληθῆ μου οὗτοι κατηγοροῦσι. <εἰσὶ δέ μοι καὶ>1 τούτων μάρτυρες.