Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68]
αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες: εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες [Ἐφιάλτην],1 εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδ᾽ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δ᾽ ἀναιρέσεως.