Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[67]
ἤδη δ᾽ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας: οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γ᾽ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο.